ΜΙΧΑΙΑΣ,
κεφαλίς 6,
στἰχοι 1-5
1 ἀκούσατε δὴ λόγον κυρίου κύριος εἰ̃πεν ἀνάστηθι κρίθητι πρὸς τὰ ὄρη καὶ ἀκουσάτωσαν οἱ βουνοὶ φωνήν σου |
2 ἀκούσατε βουνοί τὴν κρίσιν του̃ κυρίου καὶ αἱ φάραγγες θεμέλια τη̃ς γη̃ς ὅτι κρίσις τω̨̃ κυρίω̨ πρὸς τὸν λαὸν αὐτου̃ καὶ μετὰ του̃ Ισραηλ διελεγχθήσεται |
3 λαός μου τί ἐποίησά σοι ἢ τί ἐλύπησά σε ἢ τί παρηνώχλησά σοι ἀποκρίθητί μοι |
4 διότι ἀνήγαγόν σε ἐκ γη̃ς Αἰγύπτου καὶ ἐξ οἴκου δουλείας ἐλυτρωσάμην σε καὶ ἐξαπέστειλα πρὸ προσώπου σου τὸν Μωυση̃ν καὶ Ααρων καὶ Μαριαμ |
5 λαός μου μνήσθητι δὴ τί ἐβουλεύσατο κατὰ σου̃ Βαλακ βασιλεὺς Μωαβ καὶ τί ἀπεκρίθη αὐτω̨̃ Βαλααμ υἱὸς του̃ Βεωρ ἀπὸ τω̃ν σχοίνων ἕως του̃ Γαλγαλ ὅπως γνωσθη̨̃ ἡ δικαιοσύνη του̃ κυρίου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.