ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 1,
στἰχοι 21-28
21 καὶ εἰσπορεύονται εἰς Καφαρναούμ καὶ εὐθὺς τοι̃ς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν |
22 καὶ ἐξεπλήσσοντο ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ ἠ̃ν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματει̃ς |
23 καὶ εὐθὺς ἠ̃ν ἐν τη̨̃ συναγωγη̨̃ αὐτω̃ν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτω̨ καὶ ἀνέκραξεν |
24 λέγων τί ἡμι̃ν καὶ σοί ’Ιησου̃ Ναζαρηνέ ἠ̃λθες ἀπολέσαι ἡμα̃ς οἰ̃δά σε τίς εἰ̃ ὁ ἅγιος του̃ θεου̃ |
25 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς λέγων φιμώθητι καὶ ἔξελθε ἐξ αὐτου̃ |
26 καὶ σπαράξαν αὐτòν τò πνευ̃μα τò ἀκάθαρτον καὶ φωνη̃σαν φωνη̨̃ μεγάλη̨ ἐξη̃λθεν ἐξ αὐτου̃ |
27 καὶ ἐθαμβήθησαν ἅπαντες ὥστε συζητει̃ν πρòς ἑαυτοὺς λέγοντας τί ἐστιν του̃το διδαχὴ καινὴ κατ' ἐξουσίαν καὶ τοι̃ς πνεύμασι τοι̃ς ἀκαθάρτοις ἐπιτάσσει καὶ ὑπακούουσιν αὐτω̨̃ |
28 καὶ ἐξη̃λθεν ἡ ἀκοὴ αὐτου̃ εὐθὺς πανταχου̃ εἰς ὅλην τὴν περίχωρον τη̃ς Γαλιλαίας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.