1 καὶ εἰση̃λθεν πάλιν εἰς τὴν συναγωγήν καὶ ἠ̃ν ἐκει̃ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χει̃ρα |
2 καὶ παρετήρουν αὐτòν εἰ τοι̃ς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτου̃ |
3 καὶ λέγει τω̨̃ ἀνθρώπω̨ τω̨̃ τὴν ξηρὰν χει̃ρα ἔχοντι ἔγειρε εἰς τò μέσον |
4 καὶ λέγει αὐτοι̃ς ἔξεστιν τοι̃ς σάββασιν ἀγαθòν ποιη̃σαι ἢ κακοποιη̃σαι ψυχὴν σω̃σαι ἢ ἀποκτει̃ναι οἱ δὲ ἐσιώπων |
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ' ὀργη̃ς συλλυπούμενος ἐπὶ τη̨̃ πωρώσει τη̃ς καρδίας αὐτω̃ν λέγει τω̨̃ ἀνθρώπω̨ ἔκτεινον τὴν χει̃ρα καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτου̃ |
6 καὶ ἐξελθόντες οἱ Φαρισαι̃οι εὐθὺς μετὰ τω̃ν ‘Ηρω̨διανω̃ν συμβούλιον ἐδίδουν κατ' αὐτου̃ ὅπως αὐτòν ἀπολέσωσιν |
7 καὶ ὁ ’Ιησου̃ς μετὰ τω̃ν μαθητω̃ν αὐτου̃ ἀνεχώρησεν πρòς τὴν θάλασσαν καὶ πολὺ πλη̃θος ἀπò τη̃ς Γαλιλαίας ἠκολούθησεν καὶ ἀπò τη̃ς ’Ιουδαίας |
8 καὶ ἀπò ‘Ιεροσολύμων καὶ ἀπò τη̃ς ’Ιδουμαίας καὶ πέραν του̃ ’Ιορδάνου καὶ περὶ Τύρον καὶ Σιδω̃να πλη̃θος πολύ ἀκούοντες ὅσα ἐποίει ἠ̃λθον πρòς αὐτόν |
9 καὶ εἰ̃πεν τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα πλοιάριον προσκαρτερη̨̃ αὐτω̨̃ διὰ τòν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν |
10 πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτω̨̃ ἵνα αὐτου̃ ἅψωνται ὅσοι εἰ̃χον μάστιγας |
11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτòν ἐθεώρουν προσέπιπτον αὐτω̨̃ καὶ ἔκραζον λέγοντες ὅτι σὺ εἰ̃ ὁ υἱòς του̃ θεου̃ |
12 καὶ πολλὰ ἐπετίμα αὐτοι̃ς ἵνα μὴ αὐτòν φανερòν ποιήσωσιν |
13 καὶ ἀναβαίνει εἰς τò ὄρος καὶ προσκαλει̃ται οὓς ἤθελεν αὐτός καὶ ἀπη̃λθον πρòς αὐτόν |
14 καὶ ἐποίησεν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν ἵνα ὠ̃σιν μετ' αὐτου̃ καὶ ἵνα ἀποστέλλη̨ αὐτοὺς κηρύσσειν |
15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια |
16 καὶ ἐποίησεν τοὺς δώδεκα καὶ ἐπέθηκεν ὄνομα τω̨̃ Σίμωνι Πέτρον |
17 καὶ ’Ιάκωβον τòν του̃ Ζεβεδαίου καὶ ’Ιωάννην τòν ἀδελφòν του̃ ’Ιακώβου καὶ ἐπέθηκεν αὐτοι̃ς ὀνόματα Βοανηργές ὅ ἐστιν υἱοὶ βροντη̃ς |
18 καὶ ’Ανδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαι̃ον καὶ Μαθθαι̃ον καὶ θωμα̃ν καὶ ’Ιάκωβον τòν του̃ ‘Αλφαίου καὶ Θαδδαι̃ον καὶ Σίμωνα τòν Καναναι̃ον |
19 καὶ ’Ιούδαν ’Ισκαριώθ ὃς καὶ παρέδωκεν αὐτόν |
20 καὶ ἔρχεται εἰς οἰ̃κον καὶ συνέρχεται πάλιν ὁ ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγει̃ν |
21 καὶ ἀκούσαντες οἱ παρ' αὐτου̃ ἐξη̃λθον κρατη̃σαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη |
22 καὶ οἱ γραμματει̃ς οἱ ἀπò ‘Ιεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια |
23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαι̃ς ἔλεγεν αὐτοι̃ς πω̃ς δύναται Σατανα̃ς Σατανα̃ν ἐκβάλλειν |
24 καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δύναται σταθη̃ναι ἡ βασιλεία ἐκείνη |
25 καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθη̃ναι |
26 καὶ εἰ ὁ Σατανα̃ς ἀνέστη ἐφ' ἑαυτòν καὶ ἐμερίσθη οὐ δύναται στη̃ναι ἀλλὰ τέλος ἔχει |
27 ἀλλ' οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν του̃ ἰσχυρου̃ εἰσελθὼν τὰ σκεύη αὐτου̃ διαρπάσαι ἐὰν μὴ πρω̃τον τòν ἰσχυρòν δήση̨ καὶ τότε τὴν οἰκίαν αὐτου̃ διαρπάσει |
28 ἀμὴν λέγω ὑμι̃ν ὅτι πάντα ἀφεθήσεται τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν |
29 ὃς δ' ἂν βλασφημήση̨ εἰς τò πνευ̃μα τò ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τòν αἰω̃να ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος |
30 ὅτι ἔλεγον πνευ̃μα ἀκάθαρτον ἔχει |
31 καὶ ἔρχεται ἡ μήτηρ αὐτου̃ καὶ οἱ ἀδελφοὶ αὐτου̃ καὶ ἔξω στήκοντες ἀπέστειλαν πρòς αὐτòν καλου̃ντες αὐτόν |
32 καὶ ἐκάθητο περὶ αὐτòν ὄχλος καὶ λέγουσιν αὐτω̨̃ ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαι σου ἔξω ζητου̃σίν σε |
33 καὶ ἀποκριθεὶς αὐτοι̃ς λέγει τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου |
34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτòν κύκλω̨ καθημένους λέγει ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου |
35 ὃς γὰρ ἂν ποιήση̨ τò θέλημα του̃ θεου̃ οὑ̃τος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν |