1 καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνάγεται πρòς αὐτòν ὄχλος πλει̃στος ὥστε αὐτòν εἰς πλοι̃ον ἐμβάντα καθη̃σθαι ἐν τη̨̃ θαλάσση̨ καὶ πα̃ς ὁ ὄχλος πρòς τὴν θάλασσαν ἐπὶ τη̃ς γη̃ς ἠ̃σαν |
2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαι̃ς πολλά καὶ ἔλεγεν αὐτοι̃ς ἐν τη̨̃ διδαχη̨̃ αὐτου̃ |
3 ἀκούετε ἰδοὺ ἐξη̃λθεν ὁ σπείρων σπει̃ραι |
4 καὶ ἐγένετο ἐν τω̨̃ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἠ̃λθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό |
5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τò πετρω̃δες ὅπου οὐκ εἰ̃χεν γη̃ν πολλήν καὶ εὐθὺς ἐξανέτειλεν διὰ τò μὴ ἔχειν βάθος γη̃ς |
6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη καὶ διὰ τò μὴ ἔχειν ῥίζαν ἐξηράνθη |
7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπòν οὐκ ἔδωκεν |
8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γη̃ν τὴν καλήν καὶ ἐδίδου καρπòν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν |
9 καὶ ἔλεγεν ὃς ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω |
10 καὶ ὅτε ἐγένετο κατὰ μόνας ἠρώτων αὐτòν οἱ περὶ αὐτòν σὺν τοι̃ς δώδεκα τὰς παραβολάς |
11 καὶ ἔλεγεν αὐτοι̃ς ὑμι̃ν τò μυστήριον δέδοται τη̃ς βασιλείας του̃ θεου̃ ἐκείνοις δὲ τοι̃ς ἔξω ἐν παραβολαι̃ς τὰ πάντα γίνεται |
12 ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιω̃σιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθη̨̃ αὐτοι̃ς |
13 καὶ λέγει αὐτοι̃ς οὐκ οἴδατε τὴν παραβολὴν ταύτην καὶ πω̃ς πάσας τὰς παραβολὰς γνώσεσθε |
14 ὁ σπείρων τòν λόγον σπείρει |
15 οὑ̃τοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδòν ὅπου σπείρεται ὁ λόγος καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανα̃ς καὶ αἴρει τòν λόγον τòν ἐσπαρμένον εἰς αὐτούς |
16 καὶ οὑ̃τοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι οἳ ὅταν ἀκούσωσιν τòν λόγον εὐθὺς μετὰ χαρα̃ς λαμβάνουσιν αὐτόν |
17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοι̃ς ἀλλὰ πρόσκαιροί εἰσιν εἰ̃τα γενομένης θλίψεως ἢ διωγμου̃ διὰ τòν λόγον εὐθὺς σκανδαλίζονται |
18 καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι οὑ̃τοί εἰσιν οἱ τòν λόγον ἀκούσαντες |
19 καὶ αἱ μέριμναι του̃ αἰω̃νος καὶ ἡ ἀπάτη του̃ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τòν λόγον καὶ ἄκαρπος γίνεται |
20 καὶ ἐκει̃νοί εἰσιν οἱ ἐπὶ τὴν γη̃ν τὴν καλὴν σπαρέντες οἵτινες ἀκούουσιν τòν λόγον καὶ παραδέχονται καὶ καρποφορου̃σιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν |
21 καὶ ἔλεγεν αὐτοι̃ς μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπò τòν μόδιον τεθη̨̃ ἢ ὑπò τὴν κλίνην οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθη̨̃ |
22 οὐ γάρ ἐστιν κρυπτòν ἐὰν μὴ ἵνα φανερωθη̨̃ οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ' ἵνα ἔλθη̨ εἰς φανερόν |
23 εἴ τις ἔχει ὠ̃τα ἀκούειν ἀκουέτω |
24 καὶ ἔλεγεν αὐτοι̃ς βλέπετε τί ἀκούετε ἐν ὡ̨̃ μέτρω̨ μετρει̃τε μετρηθήσεται ὑμι̃ν καὶ προστεθήσεται ὑμι̃ν |
25 ὃς γὰρ ἔχει δοθήσεται αὐτω̨̃ καὶ ὃς οὐκ ἔχει καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτου̃ |
26 καὶ ἔλεγεν οὕτως ἐστὶν ἡ βασιλεία του̃ θεου̃ ὡς ἄνθρωπος βάλη̨ τòν σπόρον ἐπὶ τη̃ς γη̃ς |
27 καὶ καθεύδη̨ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν καὶ ὁ σπόρος βλαστα̨̃ καὶ μηκύνηται ὡς οὐκ οἰ̃δεν αὐτός |
28 αὐτομάτη ἡ γη̃ καρποφορει̃ πρω̃τον χόρτον εἰ̃τα στάχυν εἰ̃τα πλήρης σι̃τον ἐν τω̨̃ στάχυϊ |
29 ὅταν δὲ παραδοι̃ ὁ καρπός εὐθὺς ἀποστέλλει τò δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός |
30 καὶ ἔλεγεν πω̃ς ὁμοιώσωμεν τὴν βασιλείαν του̃ θεου̃ ἢ ἐν τίνι αὐτὴν παραβολη̨̃ θω̃μεν |
31 ὡς κόκκω̨ σινάπεως ὃς ὅταν σπαρη̨̃ ἐπὶ τη̃ς γη̃ς μικρότερον ὂν πάντων τω̃ν σπερμάτων τω̃ν ἐπὶ τη̃ς γη̃ς |
32 καὶ ὅταν σπαρη̨̃ ἀναβαίνει καὶ γίνεται μει̃ζον πάντων τω̃ν λαχάνων καὶ ποιει̃ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπò τὴν σκιὰν αὐτου̃ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνου̃ν |
33 καὶ τοιαύταις παραβολαι̃ς πολλαι̃ς ἐλάλει αὐτοι̃ς τòν λόγον καθὼς ἠδύναντο ἀκούειν |
34 χωρὶς δὲ παραβολη̃ς οὐκ ἐλάλει αὐτοι̃ς κατ' ἰδίαν δὲ τοι̃ς ἰδίοις μαθηται̃ς ἐπέλυεν πάντα |
35 καὶ λέγει αὐτοι̃ς ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ ὀψίας γενομένης διέλθωμεν εἰς τò πέραν |
36 καὶ ἀφέντες τòν ὄχλον παραλαμβάνουσιν αὐτòν ὡς ἠ̃ν ἐν τω̨̃ πλοίω̨ καὶ ἄλλα πλοι̃α ἠ̃ν μετ' αὐτου̃ |
37 καὶ γίνεται λαι̃λαψ μεγάλη ἀνέμου καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τò πλοι̃ον ὥστε ἤδη γεμίζεσθαι τò πλοι̃ον |
38 καὶ αὐτòς ἠ̃ν ἐν τη̨̃ πρύμνη̨ ἐπὶ τò προσκεφάλαιον καθεύδων καὶ ἐγείρουσιν αὐτòν καὶ λέγουσιν αὐτω̨̃ διδάσκαλε οὐ μέλει σοι ὅτι ἀπολλύμεθα |
39 καὶ διεγερθεὶς ἐπετίμησεν τω̨̃ ἀνέμω̨ καὶ εἰ̃πεν τη̨̃ θαλάσση̨ σιώπα πεφίμωσο καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ ἐγένετο γαλήνη μεγάλη |
40 καὶ εἰ̃πεν αὐτοι̃ς τί δειλοί ἐστε οὔπω ἔχετε πίστιν |
41 καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρòς ἀλλήλους τίς ἄρα οὑ̃τός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτω̨̃ |