ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 3,
στἰχοι 20-30
20 καὶ ἔρχεται εἰς οἰ̃κον καὶ συνέρχεται πάλιν ὁ ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγει̃ν |
21 καὶ ἀκούσαντες οἱ παρ' αὐτου̃ ἐξη̃λθον κρατη̃σαι αὐτόν ἔλεγον γὰρ ὅτι ἐξέστη |
22 καὶ οἱ γραμματει̃ς οἱ ἀπò ‘Ιεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια |
23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαι̃ς ἔλεγεν αὐτοι̃ς πω̃ς δύναται Σατανα̃ς Σατανα̃ν ἐκβάλλειν |
24 καὶ ἐὰν βασιλεία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δύναται σταθη̃ναι ἡ βασιλεία ἐκείνη |
25 καὶ ἐὰν οἰκία ἐφ' ἑαυτὴν μερισθη̨̃ οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθη̃ναι |
26 καὶ εἰ ὁ Σατανα̃ς ἀνέστη ἐφ' ἑαυτòν καὶ ἐμερίσθη οὐ δύναται στη̃ναι ἀλλὰ τέλος ἔχει |
27 ἀλλ' οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν του̃ ἰσχυρου̃ εἰσελθὼν τὰ σκεύη αὐτου̃ διαρπάσαι ἐὰν μὴ πρω̃τον τòν ἰσχυρòν δήση̨ καὶ τότε τὴν οἰκίαν αὐτου̃ διαρπάσει |
28 ἀμὴν λέγω ὑμι̃ν ὅτι πάντα ἀφεθήσεται τοι̃ς υἱοι̃ς τω̃ν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν |
29 ὃς δ' ἂν βλασφημήση̨ εἰς τò πνευ̃μα τò ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τòν αἰω̃να ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος |
30 ὅτι ἔλεγον πνευ̃μα ἀκάθαρτον ἔχει |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.