1 καὶ ἐξη̃λθεν ἐκει̃θεν καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτου̃ καὶ ἀκολουθου̃σιν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ |
2 καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τη̨̃ συναγωγη̨̃ καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες πόθεν τούτω̨ ταυ̃τα καὶ τίς ἡ σοφία ἡ δοθει̃σα τούτω̨ καὶ αἱ δυνάμεις τοιαυ̃ται διὰ τω̃ν χειρω̃ν αὐτου̃ γινόμεναι |
3 οὐχ οὑ̃τός ἐστιν ὁ τέκτων ὁ υἱòς τη̃ς Μαρίας καὶ ἀδελφòς ’Ιακώβου καὶ ’Ιωση̃τος καὶ ’Ιούδα καὶ Σίμωνος καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτου̃ ὡ̃δε πρòς ἡμα̃ς καὶ ἐσκανδαλίζοντο ἐν αὐτω̨̃ |
4 καὶ ἔλεγεν αὐτοι̃ς ὁ ’Ιησου̃ς ὅτι οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τη̨̃ πατρίδι αὐτου̃ καὶ ἐν τοι̃ς συγγενευ̃σιν αὐτου̃ καὶ ἐν τη̨̃ οἰκία̨ αὐτου̃ |
5 καὶ οὐκ ἐδύνατο ἐκει̃ ποιη̃σαι οὐδεμίαν δύναμιν εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χει̃ρας ἐθεράπευσεν |
6 καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτω̃ν καὶ περιη̃γεν τὰς κώμας κύκλω̨ διδάσκων |
7 καὶ προσκαλει̃ται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο καὶ ἐδίδου αὐτοι̃ς ἐξουσίαν τω̃ν πνευμάτων τω̃ν ἀκαθάρτων |
8 καὶ παρήγγειλεν αὐτοι̃ς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδòν εἰ μὴ ῥάβδον μόνον μὴ ἄρτον μὴ πήραν μὴ εἰς τὴν ζώνην χαλκόν |
9 ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσησθε δύο χιτω̃νας |
10 καὶ ἔλεγεν αὐτοι̃ς ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν ἐκει̃ μένετε ἕως ἂν ἐξέλθητε ἐκει̃θεν |
11 καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμα̃ς μηδὲ ἀκούσωσιν ὑμω̃ν ἐκπορευόμενοι ἐκει̃θεν ἐκτινάξατε τòν χου̃ν τòν ὑποκάτω τω̃ν ποδω̃ν ὑμω̃ν εἰς μαρτύριον αὐτοι̃ς |
12 καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοω̃σιν |
13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον καὶ ἤλειφον ἐλαίω̨ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον |
14 καὶ ἤκουσεν ὁ βασιλεὺς ‘Ηρώ̨δης φανερòν γὰρ ἐγένετο τò ὄνομα αὐτου̃ καὶ ἔλεγον ὅτι ’Ιωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρω̃ν καὶ διὰ του̃το ἐνεργου̃σιν αἱ δυνάμεις ἐν αὐτω̨̃ |
15 ἄλλοι δὲ ἔλεγον ὅτι ’Ηλίας ἐστίν ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ὡς εἱ̃ς τω̃ν προφητω̃ν |
16 ἀκούσας δὲ ὁ ‘Ηρώ̨δης ἔλεγεν ὃν ἐγὼ ἀπεκεφάλισα ’Ιωάννην οὑ̃τος ἠγέρθη |
17 αὐτòς γὰρ ὁ ‘Ηρώ̨δης ἀποστείλας ἐκράτησεν τòν ’Ιωάννην καὶ ἔδησεν αὐτòν ἐν φυλακη̨̃ διὰ ‘Ηρω̨διάδα τὴν γυναι̃κα Φιλίππου του̃ ἀδελφου̃ αὐτου̃ ὅτι αὐτὴν ἐγάμησεν |
18 ἔλεγεν γὰρ ὁ ’Ιωάννης τω̨̃ ‘Ηρώ̨δη̨ ὅτι οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναι̃κα του̃ ἀδελφου̃ σου |
19 ἡ δὲ ‘Ηρω̨διὰς ἐνει̃χεν αὐτω̨̃ καὶ ἤθελεν αὐτòν ἀποκτει̃ναι καὶ οὐκ ἠδύνατο |
20 ὁ γὰρ ‘Ηρώ̨δης ἐφοβει̃το τòν ’Ιωάννην εἰδὼς αὐτòν ἄνδρα δίκαιον καὶ ἅγιον καὶ συνετήρει αὐτόν καὶ ἀκούσας αὐτου̃ πολλὰ ἠπόρει καὶ ἡδέως αὐτου̃ ἤκουεν |
21 καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ‘Ηρώ̨δης τοι̃ς γενεσίοις αὐτου̃ δει̃πνον ἐποίησεν τοι̃ς μεγιστα̃σιν αὐτου̃ καὶ τοι̃ς χιλιάρχοις καὶ τοι̃ς πρώτοις τη̃ς Γαλιλαίας |
22 καὶ εἰσελθούσης τη̃ς θυγατρòς αὐτου̃ ‘Ηρω̨διάδος καὶ ὀρχησαμένης ἤρεσεν τω̨̃ ‘Ηρώ̨δη̨ καὶ τοι̃ς συνανακειμένοις εἰ̃πεν ὁ βασιλεὺς τω̨̃ κορασίω̨ αἴτησόν με ὃ ἐὰν θέλη̨ς καὶ δώσω σοι |
23 καὶ ὤμοσεν αὐτη̨̃ πολλά ὅ τι ἐάν με αἰτήση̨ς δώσω σοι ἕως ἡμίσους τη̃ς βασιλείας μου |
24 καὶ ἐξελθου̃σα εἰ̃πεν τη̨̃ μητρὶ αὐτη̃ς τί αἰτήσωμαι ἡ δὲ εἰ̃πεν τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτίζοντος |
25 καὶ εἰσελθου̃σα εὐθὺς μετὰ σπουδη̃ς πρòς τòν βασιλέα ἠ̨τήσατο λέγουσα θέλω ἵνα ἐξαυτη̃ς δω̨̃ς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτιστου̃ |
26 καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετη̃σαι αὐτήν |
27 καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτου̃ καὶ ἀπελθὼν ἀπεκεφάλισεν αὐτòν ἐν τη̨̃ φυλακη̨̃ |
28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτου̃ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τω̨̃ κορασίω̨ καὶ τò κοράσιον ἔδωκεν αὐτὴν τη̨̃ μητρὶ αὐτη̃ς |
29 καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτου̃ ἠ̃λθον καὶ ἠ̃ραν τò πτω̃μα αὐτου̃ καὶ ἔθηκαν αὐτò ἐν μνημείω̨ |
30 καὶ συνάγονται οἱ ἀπόστολοι πρòς τòν ’Ιησου̃ν καὶ ἀπήγγειλαν αὐτω̨̃ πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν |
31 καὶ λέγει αὐτοι̃ς δευ̃τε ὑμει̃ς αὐτοὶ κατ' ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον ἠ̃σαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί καὶ οὐδὲ φαγει̃ν εὐκαίρουν |
32 καὶ ἀπη̃λθον ἐν τω̨̃ πλοίω̨ εἰς ἔρημον τόπον κατ' ἰδίαν |
33 καὶ εἰ̃δον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί καὶ πεζη̨̃ ἀπò πασω̃ν τω̃ν πόλεων συνέδραμον ἐκει̃ καὶ προη̃λθον αὐτούς |
34 καὶ ἐξελθὼν εἰ̃δεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἠ̃σαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά |
35 καὶ ἤδη ὥρας πολλη̃ς γενομένης προσελθόντες αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃ ἔλεγον ὅτι ἔρημός ἐστιν ὁ τόπος καὶ ἤδη ὥρα πολλή |
36 ἀπόλυσον αὐτούς ἵνα ἀπελθόντες εἰς τοὺς κύκλω̨ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοι̃ς τί φάγωσιν |
37 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν αὐτοι̃ς δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν καὶ λέγουσιν αὐτω̨̃ ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσομεν αὐτοι̃ς φαγει̃ν |
38 ὁ δὲ λέγει αὐτοι̃ς πόσους ἄρτους ἔχετε ὑπάγετε ἴδετε καὶ γνόντες λέγουσιν πέντε καὶ δύο ἰχθύας |
39 καὶ ἐπέταξεν αὐτοι̃ς ἀνακλι̃ναι πάντας συμπόσια συμπόσια ἐπὶ τω̨̃ χλωρω̨̃ χόρτω̨ |
40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατòν καὶ κατὰ πεντήκοντα |
41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοι̃ς μαθηται̃ς αὐτου̃ ἵνα παρατιθω̃σιν αὐτοι̃ς καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πα̃σιν |
42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν |
43 καὶ ἠ̃ραν κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπò τω̃ν ἰχθύων |
44 καὶ ἠ̃σαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες |
45 καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτου̃ ἐμβη̃ναι εἰς τò πλοι̃ον καὶ προάγειν εἰς τò πέραν πρòς Βηθσαϊδάν ἕως αὐτòς ἀπολύει τòν ὄχλον |
46 καὶ ἀποταξάμενος αὐτοι̃ς ἀπη̃λθεν εἰς τò ὄρος προσεύξασθαι |
47 καὶ ὀψίας γενομένης ἠ̃ν τò πλοι̃ον ἐν μέσω̨ τη̃ς θαλάσσης καὶ αὐτòς μόνος ἐπὶ τη̃ς γη̃ς |
48 καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τω̨̃ ἐλαύνειν ἠ̃ν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοι̃ς περὶ τετάρτην φυλακὴν τη̃ς νυκτòς ἔρχεται πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τη̃ς θαλάσσης καὶ ἤθελεν παρελθει̃ν αὐτούς |
49 οἱ δὲ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἔδοξαν ὅτι φάντασμά ἐστιν καὶ ἀνέκραξαν |
50 πάντες γὰρ αὐτòν εἰ̃δον καὶ ἐταράχθησαν ὁ δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτω̃ν καὶ λέγει αὐτοι̃ς θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε |
51 καὶ ἀνέβη πρòς αὐτοὺς εἰς τò πλοι̃ον καὶ ἐκόπασεν ὁ ἄνεμος καὶ λίαν ἐκ περισσου̃ ἐν ἑαυτοι̃ς ἐξίσταντο |
52 οὐ γὰρ συνη̃καν ἐπὶ τοι̃ς ἄρτοις ἀλλ' ἠ̃ν αὐτω̃ν ἡ καρδία πεπωρωμένη |
53 καὶ διαπεράσαντες ἐπὶ τὴν γη̃ν ἠ̃λθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν |
54 καὶ ἐξελθόντων αὐτω̃ν ἐκ του̃ πλοίου εὐθὺς ἐπιγνόντες αὐτòν |
55 περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοι̃ς κραβάττοις τοὺς κακω̃ς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐστίν |
56 καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ εἰς πόλεις ἢ εἰς ἀγροὺς ἐν ται̃ς ἀγοραι̃ς ἐτίθεσαν τοὺς ἀσθενου̃ντας καὶ παρεκάλουν αὐτòν ἵνα κἂν του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ ἅψωνται καὶ ὅσοι ἂν ἥψαντο αὐτου̃ ἐσώ̨ζοντο |