ΚΑΤΑ ΜΑΡΚΟΝ,
κεφαλίς 8,
στἰχοι 14-21
14 καὶ ἐπελάθοντο λαβει̃ν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἰ̃χον μεθ' ἑαυτω̃ν ἐν τω̨̃ πλοίω̨ |
15 καὶ διεστέλλετο αὐτοι̃ς λέγων ὁρα̃τε βλέπετε ἀπò τη̃ς ζύμης τω̃ν Φαρισαίων καὶ τη̃ς ζύμης ‘Ηρώ̨δου |
16 καὶ διελογίζοντο πρòς ἀλλήλους ὅτι ἄρτους οὐκ ἔχουσιν |
17 καὶ γνοὺς λέγει αὐτοι̃ς τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοει̃τε οὐδὲ συνίετε πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμω̃ν |
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὠ̃τα ἔχοντες οὐκ ἀκούετε καὶ οὐ μνημονεύετε |
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε λέγουσιν αὐτω̨̃ δώδεκα |
20 ὅτε τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε καὶ λέγουσιν αὐτω̨̃ ἑπτά |
21 καὶ ἔλεγεν αὐτοι̃ς οὔπω συνίετε |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.