Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 10

καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτου̃ ἔδωκεν αὐτοι̃ς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πα̃σαν νόσον καὶ πα̃σαν μαλακίαν
τω̃ν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταυ̃τα πρω̃τος Σίμων ὁ λεγόμενος Πέτρος καὶ ’Ανδρέας ὁ ἀδελφòς αὐτου̃ καὶ ’Ιάκωβος ὁ του̃ Ζεβεδαίου καὶ ’Ιωάννης ὁ ἀδελφòς αὐτου̃
Φίλιππος καὶ Βαρθολομαι̃ος θωμα̃ς καὶ Μαθθαι̃ος ὁ τελώνης ’Ιάκωβος ὁ του̃ ‘Αλφαίου καὶ Θαδδαι̃ος
Σίμων ὁ Καναναι̃ος καὶ ’Ιούδας ὁ ’Ισκαριώτης ὁ καὶ παραδοὺς αὐτόν
τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ’Ιησου̃ς παραγγείλας αὐτοι̃ς λέγων εἰς ὁδòν ἐθνω̃ν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτω̃ν μὴ εἰσέλθητε
πορεύεσθε δὲ μα̃λλον πρòς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ’Ισραήλ
πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τω̃ν οὐρανω̃ν
ἀσθενου̃ντας θεραπεύετε νεκροὺς ἐγείρετε λεπροὺς καθαρίζετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε
μὴ κτήσησθε χρυσòν μηδὲ ἄργυρον μηδὲ χαλκòν εἰς τὰς ζώνας ὑμω̃ν
10 μὴ πήραν εἰς ὁδòν μηδὲ δύο χιτω̃νας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ὁ ἐργάτης τη̃ς τροφη̃ς αὐτου̃
11 εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτη̨̃ ἄξιός ἐστιν κἀκει̃ μείνατε ἕως ἂν ἐξέλθητε
12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν
13 καὶ ἐὰν μὲν ἠ̨̃ ἡ οἰκία ἀξία ἐλθάτω ἡ εἰρήνη ὑμω̃ν ἐπ' αὐτήν ἐὰν δὲ μὴ ἠ̨̃ ἀξία ἡ εἰρήνη ὑμω̃ν πρòς ὑμα̃ς ἐπιστραφήτω
14 καὶ ὃς ἂν μὴ δέξηται ὑμα̃ς μηδὲ ἀκούση̨ τοὺς λόγους ὑμω̃ν ἐξερχόμενοι ἔξω τη̃ς οἰκίας ἢ τη̃ς πόλεως ἐκείνης ἐκτινάξατε τòν κονιορτòν τω̃ν ποδω̃ν ὑμω̃ν
15 ἀμὴν λέγω ὑμι̃ν ἀνεκτότερον ἔσται γη̨̃ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρα̨ κρίσεως ἢ τη̨̃ πόλει ἐκείνη̨
16 ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμα̃ς ὡς πρόβατα ἐν μέσω̨ λύκων γίνεσθε οὐ̃ν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί
17 προσέχετε δὲ ἀπò τω̃ν ἀνθρώπων παραδώσουσιν γὰρ ὑμα̃ς εἰς συνέδρια καὶ ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν μαστιγώσουσιν ὑμα̃ς
18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλει̃ς ἀχθήσεσθε ἕνεκεν ἐμου̃ εἰς μαρτύριον αὐτοι̃ς καὶ τοι̃ς ἔθνεσιν
19 ὅταν δὲ παραδω̃σιν ὑμα̃ς μὴ μεριμνήσητε πω̃ς ἢ τί λαλήσητε δοθήσεται γὰρ ὑμι̃ν ἐν ἐκείνη̨ τη̨̃ ὥρα̨ τί λαλήσητε
20 οὐ γὰρ ὑμει̃ς ἐστε οἱ λαλου̃ντες ἀλλὰ τò πνευ̃μα του̃ πατρòς ὑμω̃ν τò λαλου̃ν ἐν ὑμι̃ν
21 παραδώσει δὲ ἀδελφòς ἀδελφòν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονει̃ς καὶ θανατώσουσιν αὐτούς
22 καὶ ἔσεσθε μισούμενοι ὑπò πάντων διὰ τò ὄνομά μου ὁ δὲ ὑπομείνας εἰς τέλος οὑ̃τος σωθήσεται
23 ὅταν δὲ διώκωσιν ὑμα̃ς ἐν τη̨̃ πόλει ταύτη̨ φεύγετε εἰς τὴν ἑτέραν ἀμὴν γὰρ λέγω ὑμι̃ν οὐ μὴ τελέσητε τὰς πόλεις του̃ ’Ισραὴλ ἕως ἂν ἔλθη̨ ὁ υἱòς του̃ ἀνθρώπου
24 οὐκ ἔστιν μαθητὴς ὑπὲρ τòν διδάσκαλον οὐδὲ δου̃λος ὑπὲρ τòν κύριον αὐτου̃
25 ἀρκετòν τω̨̃ μαθητη̨̃ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτου̃ καὶ ὁ δου̃λος ὡς ὁ κύριος αὐτου̃ εἰ τòν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν πόσω̨ μα̃λλον τοὺς οἰκιακοὺς αὐτου̃
26 μὴ οὐ̃ν φοβηθη̃τε αὐτούς οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτòν ὃ οὐ γνωσθήσεται
27 ὃ λέγω ὑμι̃ν ἐν τη̨̃ σκοτία̨ εἴπατε ἐν τω̨̃ φωτί καὶ ὃ εἰς τò οὐ̃ς ἀκούετε κηρύξατε ἐπὶ τω̃ν δωμάτων
28 καὶ μὴ φοβει̃σθε ἀπò τω̃ν ἀποκτεννόντων τò σω̃μα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτει̃ναι φοβει̃σθε δὲ μα̃λλον τòν δυνάμενον καὶ ψυχὴν καὶ σω̃μα ἀπολέσαι ἐν γεέννη̨
29 οὐχὶ δύο στρουθία ἀσσαρίου πωλει̃ται καὶ ἓν ἐξ αὐτω̃ν οὐ πεσει̃ται ἐπὶ τὴν γη̃ν ἄνευ του̃ πατρòς ὑμω̃ν
30 ὑμω̃ν δὲ καὶ αἱ τρίχες τη̃ς κεφαλη̃ς πα̃σαι ἠριθμημέναι εἰσίν
31 μὴ οὐ̃ν φοβει̃σθε πολλω̃ν στρουθίων διαφέρετε ὑμει̃ς
32 πα̃ς οὐ̃ν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τω̃ν ἀνθρώπων ὁμολογήσω κἀγὼ ἐν αὐτω̨̃ ἔμπροσθεν του̃ πατρός μου του̃ ἐν τοι̃ς οὐρανοι̃ς
33 ὅστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τω̃ν ἀνθρώπων ἀρνήσομαι κἀγὼ αὐτòν ἔμπροσθεν του̃ πατρός μου του̃ ἐν τοι̃ς οὐρανοι̃ς
34 μὴ νομίσητε ὅτι ἠ̃λθον βαλει̃ν εἰρήνην ἐπὶ τὴν γη̃ν οὐκ ἠ̃λθον βαλει̃ν εἰρήνην ἀλλὰ μάχαιραν
35 ἠ̃λθον γὰρ διχάσαι ἄνθρωπον κατὰ του̃ πατρòς αὐτου̃ καὶ θυγατέρα κατὰ τη̃ς μητρòς αὐτη̃ς καὶ νύμφην κατὰ τη̃ς πενθερα̃ς αὐτη̃ς
36 καὶ ἐχθροὶ του̃ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτου̃
37 ὁ φιλω̃ν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος καὶ ὁ φιλω̃ν υἱòν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος
38 καὶ ὃς οὐ λαμβάνει τòν σταυρòν αὐτου̃ καὶ ἀκολουθει̃ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος
39 ὁ εὑρὼν τὴν ψυχὴν αὐτου̃ ἀπολέσει αὐτήν καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτου̃ ἕνεκεν ἐμου̃ εὑρήσει αὐτήν
40 ὁ δεχόμενος ὑμα̃ς ἐμὲ δέχεται καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τòν ἀποστείλαντά με
41 ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθòν προφήτου λήμψεται καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθòν δικαίου λήμψεται
42 καὶ ὃς ἂν ποτίση̨ ἕνα τω̃ν μικρω̃ν τούτων ποτήριον ψυχρου̃ μόνον εἰς ὄνομα μαθητου̃ ἀμὴν λέγω ὑμι̃ν οὐ μὴ ἀπολέση̨ τòν μισθòν αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).