Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 14

ἐν ἐκείνω̨ τω̨̃ καιρω̨̃ ἤκουσεν ‘Ηρώ̨δης ὁ τετραάρχης τὴν ἀκοὴν ’Ιησου̃
καὶ εἰ̃πεν τοι̃ς παισὶν αὐτου̃ οὑ̃τός ἐστιν ’Ιωάννης ὁ βαπτιστής αὐτòς ἠγέρθη ἀπò τω̃ν νεκρω̃ν καὶ διὰ του̃το αἱ δυνάμεις ἐνεργου̃σιν ἐν αὐτω̨̃
ὁ γὰρ ‘Ηρώ̨δης κρατήσας τòν ’Ιωάννην ἔδησεν αὐτòν καὶ ἐν φυλακη̨̃ ἀπέθετο διὰ ‘Ηρω̨διάδα τὴν γυναι̃κα Φιλίππου του̃ ἀδελφου̃ αὐτου̃
ἔλεγεν γὰρ ὁ ’Ιωάννης αὐτω̨̃ οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν
καὶ θέλων αὐτòν ἀποκτει̃ναι ἐφοβήθη τòν ὄχλον ὅτι ὡς προφήτην αὐτòν εἰ̃χον
γενεσίοις δὲ γενομένοις του̃ ‘Ηρώ̨δου ὠρχήσατο ἡ θυγάτηρ τη̃ς ‘Ηρω̨διάδος ἐν τω̨̃ μέσω̨ καὶ ἤρεσεν τω̨̃ ‘Ηρώ̨δη̨
ὅθεν μεθ' ὅρκου ὡμολόγησεν αὐτη̨̃ δου̃ναι ὃ ἐὰν αἰτήσηται
ἡ δὲ προβιβασθει̃σα ὑπò τη̃ς μητρòς αὐτη̃ς δός μοι φησίν ὡ̃δε ἐπὶ πίνακι τὴν κεφαλὴν ’Ιωάννου του̃ βαπτιστου̃
καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθη̃ναι
10 καὶ πέμψας ἀπεκεφάλισεν τòν ’Ιωάννην ἐν τη̨̃ φυλακη̨̃
11 καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτου̃ ἐπὶ πίνακι καὶ ἐδόθη τω̨̃ κορασίω̨ καὶ ἤνεγκεν τη̨̃ μητρὶ αὐτη̃ς
12 καὶ προσελθόντες οἱ μαθηταὶ αὐτου̃ ἠ̃ραν τò πτω̃μα καὶ ἔθαψαν αὐτόν καὶ ἐλθόντες ἀπήγγειλαν τω̨̃ ’Ιησου̃
13 ἀκούσας δὲ ὁ ’Ιησου̃ς ἀνεχώρησεν ἐκει̃θεν ἐν πλοίω̨ εἰς ἔρημον τόπον κατ' ἰδίαν καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτω̨̃ πεζη̨̃ ἀπò τω̃ν πόλεων
14 καὶ ἐξελθὼν εἰ̃δεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοι̃ς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτω̃ν
15 ὀψίας δὲ γενομένης προση̃λθον αὐτω̨̃ οἱ μαθηταὶ λέγοντες ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρη̃λθεν ἀπόλυσον τοὺς ὄχλους ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοι̃ς βρώματα
16 ὁ δὲ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς οὐ χρείαν ἔχουσιν ἀπελθει̃ν δότε αὐτοι̃ς ὑμει̃ς φαγει̃ν
17 οἱ δὲ λέγουσιν αὐτω̨̃ οὐκ ἔχομεν ὡ̃δε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας
18 ὁ δὲ εἰ̃πεν φέρετέ μοι ὡ̃δε αὐτούς
19 καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθη̃ναι ἐπὶ του̃ χόρτου λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τòν οὐρανòν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοι̃ς μαθηται̃ς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοι̃ς ὄχλοις
20 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν καὶ ἠ̃ραν τò περισσευ̃ον τω̃ν κλασμάτων δώδεκα κοφίνους πλήρεις
21 οἱ δὲ ἐσθίοντες ἠ̃σαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικω̃ν καὶ παιδίων
22 καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβη̃ναι εἰς τò πλοι̃ον καὶ προάγειν αὐτòν εἰς τò πέραν ἕως οὑ̃ ἀπολύση̨ τοὺς ὄχλους
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τò ὄρος κατ' ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἠ̃ν ἐκει̃
24 τò δὲ πλοι̃ον ἤδη σταδίους πολλοὺς ἀπò τη̃ς γη̃ς ἀπει̃χεν βασανιζόμενον ὑπò τω̃ν κυμάτων ἠ̃ν γὰρ ἐναντίος ὁ ἄνεμος
25 τετάρτη̨ δὲ φυλακη̨̃ τη̃ς νυκτòς ἠ̃λθεν πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τὴν θάλασσαν
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπò του̃ φόβου ἔκραξαν
27 εὐθὺς δὲ ἐλάλησεν ὁ ’Ιησου̃ς αὐτοι̃ς λέγων θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε
28 ἀποκριθεὶς δὲ αὐτω̨̃ ὁ Πέτρος εἰ̃πεν κύριε εἰ σὺ εἰ̃ κέλευσόν με ἐλθει̃ν πρòς σὲ ἐπὶ τὰ ὕδατα
29 ὁ δὲ εἰ̃πεν ἐλθέ καὶ καταβὰς ἀπò του̃ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν
30 βλέπων δὲ τòν ἄνεμον ἰσχυρòν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σω̃σόν με
31 εὐθέως δὲ ὁ ’Ιησου̃ς ἐκτείνας τὴν χει̃ρα ἐπελάβετο αὐτου̃ καὶ λέγει αὐτω̨̃ ὀλιγόπιστε εἰς τί ἐδίστασας
32 καὶ ἀναβάντων αὐτω̃ν εἰς τò πλοι̃ον ἐκόπασεν ὁ ἄνεμος
33 οἱ δὲ ἐν τω̨̃ πλοίω̨ προσεκύνησαν αὐτω̨̃ λέγοντες ἀληθω̃ς θεου̃ υἱòς εἰ̃
34 καὶ διαπεράσαντες ἠ̃λθον ἐπὶ τὴν γη̃ν εἰς Γεννησαρέτ
35 καὶ ἐπιγνόντες αὐτòν οἱ ἄνδρες του̃ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην καὶ προσήνεγκαν αὐτω̨̃ πάντας τοὺς κακω̃ς ἔχοντας
36 καὶ παρεκάλουν αὐτòν ἵνα μόνον ἅψωνται του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃ καὶ ὅσοι ἥψαντο διεσώθησαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).