Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 14,  στἰχοι 21-31

21 οἱ δὲ ἐσθίοντες ἠ̃σαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικω̃ν καὶ παιδίων
22 καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβη̃ναι εἰς τò πλοι̃ον καὶ προάγειν αὐτòν εἰς τò πέραν ἕως οὑ̃ ἀπολύση̨ τοὺς ὄχλους
23 καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τò ὄρος κατ' ἰδίαν προσεύξασθαι ὀψίας δὲ γενομένης μόνος ἠ̃ν ἐκει̃
24 τò δὲ πλοι̃ον ἤδη σταδίους πολλοὺς ἀπò τη̃ς γη̃ς ἀπει̃χεν βασανιζόμενον ὑπò τω̃ν κυμάτων ἠ̃ν γὰρ ἐναντίος ὁ ἄνεμος
25 τετάρτη̨ δὲ φυλακη̨̃ τη̃ς νυκτòς ἠ̃λθεν πρòς αὐτοὺς περιπατω̃ν ἐπὶ τὴν θάλασσαν
26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτòν ἐπὶ τη̃ς θαλάσσης περιπατου̃ντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστιν καὶ ἀπò του̃ φόβου ἔκραξαν
27 εὐθὺς δὲ ἐλάλησεν ὁ ’Ιησου̃ς αὐτοι̃ς λέγων θαρσει̃τε ἐγώ εἰμι μὴ φοβει̃σθε
28 ἀποκριθεὶς δὲ αὐτω̨̃ ὁ Πέτρος εἰ̃πεν κύριε εἰ σὺ εἰ̃ κέλευσόν με ἐλθει̃ν πρòς σὲ ἐπὶ τὰ ὕδατα
29 ὁ δὲ εἰ̃πεν ἐλθέ καὶ καταβὰς ἀπò του̃ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἠ̃λθεν πρòς τòν ’Ιησου̃ν
30 βλέπων δὲ τòν ἄνεμον ἰσχυρòν ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων κύριε σω̃σόν με
31 εὐθέως δὲ ὁ ’Ιησου̃ς ἐκτείνας τὴν χει̃ρα ἐπελάβετο αὐτου̃ καὶ λέγει αὐτω̨̃ ὀλιγόπιστε εἰς τί ἐδίστασας
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).