Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 17

καὶ μεθ' ἡμέρας ἓξ παραλαμβάνει ὁ ’Ιησου̃ς τòν Πέτρον καὶ ’Ιάκωβον καὶ ’Ιωάννην τòν ἀδελφòν αὐτου̃ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλòν κατ' ἰδίαν
καὶ μετεμορφώθη ἔμπροσθεν αὐτω̃ν καὶ ἔλαμψεν τò πρόσωπον αὐτου̃ ὡς ὁ ἥλιος τὰ δὲ ἱμάτια αὐτου̃ ἐγένετο λευκὰ ὡς τò φω̃ς
καὶ ἰδοὺ ὤφθη αὐτοι̃ς Μωϋση̃ς καὶ ’Ηλίας συλλαλου̃ντες μετ' αὐτου̃
ἀποκριθεὶς δὲ ὁ Πέτρος εἰ̃πεν τω̨̃ ’Ιησου̃ κύριε καλόν ἐστιν ἡμα̃ς ὡ̃δε εἰ̃ναι εἰ θέλεις ποιήσω ὡ̃δε τρει̃ς σκηνάς σοὶ μίαν καὶ Μωϋσει̃ μίαν καὶ ’Ηλία̨ μίαν
ἔτι αὐτου̃ λαλου̃ντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς καὶ ἰδοὺ φωνὴ ἐκ τη̃ς νεφέλης λέγουσα οὑ̃τός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός ἐν ὡ̨̃ εὐδόκησα ἀκούετε αὐτου̃
καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτω̃ν καὶ ἐφοβήθησαν σφόδρα
καὶ προση̃λθεν ὁ ’Ιησου̃ς καὶ ἁψάμενος αὐτω̃ν εἰ̃πεν ἐγέρθητε καὶ μὴ φοβει̃σθε
ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτω̃ν οὐδένα εἰ̃δον εἰ μὴ αὐτòν ’Ιησου̃ν μόνον
καὶ καταβαινόντων αὐτω̃ν ἐκ του̃ ὄρους ἐνετείλατο αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγων μηδενὶ εἴπητε τò ὅραμα ἕως οὑ̃ ὁ υἱòς του̃ ἀνθρώπου ἐκ νεκρω̃ν ἐγερθη̨̃
10 καὶ ἐπηρώτησαν αὐτòν οἱ μαθηταὶ λέγοντες τί οὐ̃ν οἱ γραμματει̃ς λέγουσιν ὅτι ’Ηλίαν δει̃ ἐλθει̃ν πρω̃τον
11 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ’Ηλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα
12 λέγω δὲ ὑμι̃ν ὅτι ’Ηλίας ἤδη ἠ̃λθεν καὶ οὐκ ἐπέγνωσαν αὐτòν ἀλλὰ ἐποίησαν ἐν αὐτω̨̃ ὅσα ἠθέλησαν οὕτως καὶ ὁ υἱòς του̃ ἀνθρώπου μέλλει πάσχειν ὑπ' αὐτω̃ν
13 τότε συνη̃καν οἱ μαθηταὶ ὅτι περὶ ’Ιωάννου του̃ βαπτιστου̃ εἰ̃πεν αὐτοι̃ς
14 καὶ ἐλθόντων πρòς τòν ὄχλον προση̃λθεν αὐτω̨̃ ἄνθρωπος γονυπετω̃ν αὐτòν
15 καὶ λέγων κύριε ἐλέησόν μου τòν υἱόν ὅτι σεληνιάζεται καὶ κακω̃ς πάσχει πολλάκις γὰρ πίπτει εἰς τò πυ̃ρ καὶ πολλάκις εἰς τò ὕδωρ
16 καὶ προσήνεγκα αὐτòν τοι̃ς μαθηται̃ς σου καὶ οὐκ ἠδυνήθησαν αὐτòν θεραπευ̃σαι
17 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν ὠ̃ γενεὰ ἄπιστος καὶ διεστραμμένη ἕως πότε μεθ' ὑμω̃ν ἔσομαι ἕως πότε ἀνέξομαι ὑμω̃ν φέρετέ μοι αὐτòν ὡ̃δε
18 καὶ ἐπετίμησεν αὐτω̨̃ ὁ ’Ιησου̃ς καὶ ἐξη̃λθεν ἀπ' αὐτου̃ τò δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παι̃ς ἀπò τη̃ς ὥρας ἐκείνης
19 τότε προσελθόντες οἱ μαθηταὶ τω̨̃ ’Ιησου̃ κατ' ἰδίαν εἰ̃πον διὰ τί ἡμει̃ς οὐκ ἠδυνήθημεν ἐκβαλει̃ν αὐτό
20 ὁ δὲ λέγει αὐτοι̃ς διὰ τὴν ὀλιγοπιστίαν ὑμω̃ν ἀμὴν γὰρ λέγω ὑμι̃ν ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως ἐρει̃τε τω̨̃ ὄρει τούτω̨ μετάβα ἔνθεν ἐκει̃ καὶ μεταβήσεται καὶ οὐδὲν ἀδυνατήσει ὑμι̃ν
21 του̃το δὲ τò γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευκη̨̃ καὶ νηστεία̨)
22 ’Αναστρεφομένων δὲ αὐτω̃ν ἐν τη̨̃ Γαλιλαία̨ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μέλλει ὁ υἱòς του̃ ἀνθρώπου παραδίδοσθαι εἰς χει̃ρας ἀνθρώπων
23 καὶ ἀποκτενου̃σιν αὐτόν καὶ τη̨̃ τρίτη̨ ἡμέρα̨ ἐγερθήσεται καὶ ἐλυπήθησαν σφόδρα
24 ἐλθόντων δὲ αὐτω̃ν εἰς Καφαρναοὺμ προση̃λθον οἱ τὰ δίδραχμα λαμβάνοντες τω̨̃ Πέτρω̨ καὶ εἰ̃παν ὁ διδάσκαλος ὑμω̃ν οὐ τελει̃ τὰ δίδραχμα
25 λέγει ναί καὶ ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτòν ὁ ’Ιησου̃ς λέγων τί σοι δοκει̃ Σίμων οἱ βασιλει̃ς τη̃ς γη̃ς ἀπò τίνων λαμβάνουσιν τέλη ἢ κη̃νσον ἀπò τω̃ν υἱω̃ν αὐτω̃ν ἢ ἀπò τω̃ν ἀλλοτρίων
26 εἰπόντος δέ ἀπò τω̃ν ἀλλοτρίων ἔφη αὐτω̨̃ ὁ ’Ιησου̃ς ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί
27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς πορευθεὶς εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τòν ἀναβάντα πρω̃τον ἰχθὺν ἀ̃ρον καὶ ἀνοίξας τò στόμα αὐτου̃ εὑρήσεις στατη̃ρα ἐκει̃νον λαβὼν δòς αὐτοι̃ς ἀντὶ ἐμου̃ καὶ σου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).