ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 19,
στἰχοι 3-9
3 καὶ προση̃λθον αὐτω̨̃ Φαρισαι̃οι πειράζοντες αὐτòν καὶ λέγοντες εἰ ἔξεστιν ἀνθρώπω̨ ἀπολυ̃σαι τὴν γυναι̃κα αὐτου̃ κατὰ πα̃σαν αἰτίαν |
4 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ' ἀρχη̃ς ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς |
5 καὶ εἰ̃πεν ἕνεκα τούτου καταλείψει ἄνθρωπος τòν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τη̨̃ γυναικὶ αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν |
6 ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία ὃ οὐ̃ν ὁ θεòς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω |
7 λέγουσιν αὐτω̨̃ τί οὐ̃ν Μωϋση̃ς ἐνετείλατο δου̃ναι βιβλίον ἀποστασίου καὶ ἀπολυ̃σαι αὐτήν |
8 λέγει αὐτοι̃ς ὅτι Μωϋση̃ς πρòς τὴν σκληροκαρδίαν ὑμω̃ν ἐπέτρεψεν ὑμι̃ν ἀπολυ̃σαι τὰς γυναι̃κας ὑμω̃ν ἀπ' ἀρχη̃ς δὲ οὐ γέγονεν οὕτως |
9 λέγω δὲ ὑμι̃ν ὅτι ὃς ἂν ἀπολύση̨ τὴν γυναι̃κα αὐτου̃ μὴ ἐπὶ πορνεία̨ καὶ γαμήση̨ ἄλλην μοιχα̃ται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.