ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 1,
στἰχοι 18-25
18 του̃ δὲ ’Ιησου̃ Χριστου̃ ἡ γένεσις οὕτως ἠ̃ν μνηστευθείσης τη̃ς μητρòς αὐτου̃ Μαρίας τω̨̃ ’Ιωσήφ πρὶν ἢ συνελθει̃ν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου |
19 ’Ιωσὴφ δὲ ὁ ἀνὴρ αὐτη̃ς δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι ἐβουλήθη λάθρα̨ ἀπολυ̃σαι αὐτήν |
20 ταυ̃τα δὲ αὐτου̃ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ' ὄναρ ἐφάνη αὐτω̨̃ λέγων ’Ιωσὴφ υἱòς Δαυίδ μὴ φοβηθη̨̃ς παραλαβει̃ν Μαριὰμ τὴν γυναι̃κά σου τò γὰρ ἐν αὐτη̨̃ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου |
21 τέξεται δὲ υἱòν καὶ καλέσεις τò ὄνομα αὐτου̃ ’Ιησου̃ν αὐτòς γὰρ σώσει τòν λαòν αὐτου̃ ἀπò τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν |
22 του̃το δὲ ὅλον γέγονεν ἵνα πληρωθη̨̃ τò ῥηθὲν ὑπò κυρίου διὰ του̃ προφήτου λέγοντος |
23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσουσιν τò ὄνομα αὐτου̃ ’Εμμανουήλ ὅ ἐστιν μεθερμηνευόμενον μεθ' ἡμω̃ν ὁ θεός |
24 ἐγερθεὶς δὲ ὁ ’Ιωσὴφ ἀπò του̃ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτω̨̃ ὁ ἄγγελος κυρίου καὶ παρέλαβεν τὴν γυναι̃κα αὐτου̃ |
25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὑ̃ ἔτεκεν υἱόν καὶ ἐκάλεσεν τò ὄνομα αὐτου̃ ’Ιησου̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.