ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 20,
στἰχοι 20-28
20 τότε προση̃λθεν αὐτω̨̃ ἡ μήτηρ τω̃ν υἱω̃ν Ζεβεδαίου μετὰ τω̃ν υἱω̃ν αὐτη̃ς προσκυνου̃σα καὶ αἰτου̃σά τι ἀπ' αὐτου̃ |
21 ὁ δὲ εἰ̃πεν αὐτη̨̃ τί θέλεις λέγει αὐτω̨̃ εἰπὲ ἵνα καθίσωσιν οὑ̃τοι οἱ δύο υἱοί μου εἱ̃ς ἐκ δεξιω̃ν σου καὶ εἱ̃ς ἐξ εὐωνύμων σου ἐν τη̨̃ βασιλεία̨ σου |
22 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν οὐκ οἴδατε τί αἰτει̃σθε δύνασθε πιει̃ν τò ποτήριον ὃ ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτω̨̃ δυνάμεθα |
23 λέγει αὐτοι̃ς τò μὲν ποτήριόν μου πίεσθε τò δὲ καθίσαι ἐκ δεξιω̃ν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμòν του̃το δου̃ναι ἀλλ' οἱ̃ς ἡτοίμασται ὑπò του̃ πατρός μου |
24 καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τω̃ν δύο ἀδελφω̃ν |
25 ὁ δὲ ’Ιησου̃ς προσκαλεσάμενος αὐτοὺς εἰ̃πεν οἴδατε ὅτι οἱ ἄρχοντες τω̃ν ἐθνω̃ν κατακυριεύουσιν αὐτω̃ν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτω̃ν |
26 οὐχ οὕτως ἔσται ἐν ὑμι̃ν ἀλλ' ὃς ἐὰν θέλη̨ ἐν ὑμι̃ν μέγας γενέσθαι ἔσται ὑμω̃ν διάκονος |
27 καὶ ὃς ἂν θέλη̨ ἐν ὑμι̃ν εἰ̃ναι πρω̃τος ἔσται ὑμω̃ν δου̃λος |
28 ὥσπερ ὁ υἱòς του̃ ἀνθρώπου οὐκ ἠ̃λθεν διακονηθη̃ναι ἀλλὰ διακονη̃σαι καὶ δου̃ναι τὴν ψυχὴν αὐτου̃ λύτρον ἀντὶ πολλω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.