Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 21

καὶ ὅτε ἤγγισαν εἰς ‘Ιεροσόλυμα καὶ ἠ̃λθον εἰς βηθφαγὴ εἰς τò ὄρος τω̃ν ἐλαιω̃ν τότε ’Ιησου̃ς ἀπέστειλεν δύο μαθητὰς
λέγων αὐτοι̃ς πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμω̃ν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πω̃λον μετ' αὐτη̃ς λύσαντες ἀγάγετέ μοι
καὶ ἐάν τις ὑμι̃ν εἴπη̨ τι ἐρει̃τε ὅτι ὁ κύριος αὐτω̃ν χρείαν ἔχει εὐθὺς δὲ ἀποστελει̃ αὐτούς
του̃το δὲ γέγονεν ἵνα πληρωθη̨̃ τò ῥηθὲν διὰ του̃ προφήτου λέγοντος
εἴπατε τη̨̃ θυγατρὶ Σιών ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πω̃λον υἱòν ὑποζυγίου
πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοι̃ς ὁ ’Ιησου̃ς
ἤγαγον τὴν ὄνον καὶ τòν πω̃λον καὶ ἐπέθηκαν ἐπ' αὐτω̃ν τὰ ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτω̃ν
ὁ δὲ πλει̃στος ὄχλος ἔστρωσαν ἑαυτω̃ν τὰ ἱμάτια ἐν τη̨̃ ὁδω̨̃ ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπò τω̃ν δένδρων καὶ ἐστρώννυον ἐν τη̨̃ ὁδω̨̃
οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτòν καὶ οἱ ἀκολουθου̃ντες ἔκραζον λέγοντες ὡσαννὰ τω̨̃ υἱω̨̃ Δαυίδ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου ὡσαννὰ ἐν τοι̃ς ὑψίστοις
10 καὶ εἰσελθόντος αὐτου̃ εἰς ‘Ιεροσόλυμα ἐσείσθη πα̃σα ἡ πόλις λέγουσα τίς ἐστιν οὑ̃τος
11 οἱ δὲ ὄχλοι ἔλεγον οὑ̃τός ἐστιν ὁ προφήτης ’Ιησου̃ς ὁ ἀπò Ναζαρὲθ τη̃ς Γαλιλαίας
12 καὶ εἰση̃λθεν ’Ιησου̃ς εἰς τò ἱερόν καὶ ἐξέβαλεν πάντας τοὺς πωλου̃ντας καὶ ἀγοράζοντας ἐν τω̨̃ ἱερω̨̃ καὶ τὰς τραπέζας τω̃ν κολλυβιστω̃ν κατέστρεψεν καὶ τὰς καθέδρας τω̃ν πωλούντων τὰς περιστεράς
13 καὶ λέγει αὐτοι̃ς γέγραπται ὁ οἰ̃κός μου οἰ̃κος προσευχη̃ς κληθήσεται ὑμει̃ς δὲ αὐτòν ποιει̃τε σπήλαιον λη̨στω̃ν
14 καὶ προση̃λθον αὐτω̨̃ τυφλοὶ καὶ χωλοὶ ἐν τω̨̃ ἱερω̨̃ καὶ ἐθεράπευσεν αὐτούς
15 ἰδόντες δὲ οἱ ἀρχιερει̃ς καὶ οἱ γραμματει̃ς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παι̃δας τοὺς κράζοντας ἐν τω̨̃ ἱερω̨̃ καὶ λέγοντας ὡσαννὰ τω̨̃ υἱω̨̃ Δαυίδ ἠγανάκτησαν
16 καὶ εἰ̃παν αὐτω̨̃ ἀκούεις τί οὑ̃τοι λέγουσιν ὁ δὲ ’Ιησου̃ς λέγει αὐτοι̃ς ναί οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἰ̃νον
17 καὶ καταλιπὼν αὐτοὺς ἐξη̃λθεν ἔξω τη̃ς πόλεως εἰς βηθανίαν καὶ ηὐλίσθη ἐκει̃
18 πρωΐ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν
19 καὶ ἰδὼν συκη̃ν μίαν ἐπὶ τη̃ς ὁδου̃ ἠ̃λθεν ἐπ' αὐτήν καὶ οὐδὲν εὑ̃ρεν ἐν αὐτη̨̃ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτη̨̃ μηκέτι ἐκ σου̃ καρπòς γένηται εἰς τòν αἰω̃να καὶ ἐξηράνθη παραχρη̃μα ἡ συκη̃
20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες πω̃ς παραχρη̃μα ἐξηράνθη ἡ συκη̃
21 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἀμὴν λέγω ὑμι̃ν ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθη̃τε οὐ μόνον τò τη̃ς συκη̃ς ποιήσετε ἀλλὰ κἂν τω̨̃ ὄρει τούτω̨ εἴπητε ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν γενήσεται
22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τη̨̃ προσευχη̨̃ πιστεύοντες λήμψεσθε
23 καὶ ἐλθόντος αὐτου̃ εἰς τò ἱερòν προση̃λθον αὐτω̨̃ διδάσκοντι οἱ ἀρχιερει̃ς καὶ οἱ πρεσβύτεροι του̃ λαου̃ λέγοντες ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιει̃ς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην
24 ἀποκριθεὶς δὲ ὁ ’Ιησου̃ς εἰ̃πεν αὐτοι̃ς ἐρωτήσω ὑμα̃ς κἀγὼ λόγον ἕνα ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμι̃ν ἐρω̃ ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃
25 τò βάπτισμα τò ’Ιωάννου πόθεν ἠ̃ν ἐξ οὐρανου̃ ἢ ἐξ ἀνθρώπων οἱ δὲ διελογίζοντο ἐν ἑαυτοι̃ς λέγοντες ἐὰν εἴπωμεν ἐξ οὐρανου̃ ἐρει̃ ἡμι̃ν διὰ τί οὐ̃ν οὐκ ἐπιστεύσατε αὐτω̨̃
26 ἐὰν δὲ εἴπωμεν ἐξ ἀνθρώπων φοβούμεθα τòν ὄχλον πάντες γὰρ ὡς προφήτην ἔχουσιν τòν ’Ιωάννην
27 καὶ ἀποκριθέντες τω̨̃ ’Ιησου̃ εἰ̃παν οὐκ οἴδαμεν ἔφη αὐτοι̃ς καὶ αὐτός οὐδὲ ἐγὼ λέγω ὑμι̃ν ἐν ποία̨ ἐξουσία̨ ταυ̃τα ποιω̃
28 τί δὲ ὑμι̃ν δοκει̃ ἄνθρωπος εἰ̃χεν τέκνα δύο καὶ προσελθὼν τω̨̃ πρώτω̨ εἰ̃πεν τέκνον ὕπαγε σήμερον ἐργάζου ἐν τω̨̃ ἀμπελω̃νι
29 ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς ἀπη̃λθεν
30 προσελθὼν δὲ τω̨̃ ἑτέρω̨ εἰ̃πεν ὡσαύτως ὁ δὲ ἀποκριθεὶς εἰ̃πεν ἐγώ κύριε καὶ οὐκ ἀπη̃λθεν
31 τίς ἐκ τω̃ν δύο ἐποίησεν τò θέλημα του̃ πατρός λέγουσιν ὁ πρω̃τος λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς ἀμὴν λέγω ὑμι̃ν ὅτι οἱ τελω̃ναι καὶ αἱ πόρναι προάγουσιν ὑμα̃ς εἰς τὴν βασιλείαν του̃ θεου̃
32 ἠ̃λθεν γὰρ ’Ιωάννης πρòς ὑμα̃ς ἐν ὁδω̨̃ δικαιοσύνης καὶ οὐκ ἐπιστεύσατε αὐτω̨̃ οἱ δὲ τελω̃ναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτω̨̃ ὑμει̃ς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον του̃ πιστευ̃σαι αὐτω̨̃
33 ἄλλην παραβολὴν ἀκούσατε ἄνθρωπος ἠ̃ν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελω̃να καὶ φραγμòν αὐτω̨̃ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτω̨̃ ληνòν καὶ ὠ̨κοδόμησεν πύργον καὶ ἐξέδετο αὐτòν γεωργοι̃ς καὶ ἀπεδήμησεν
34 ὅτε δὲ ἤγγισεν ὁ καιρòς τω̃ν καρπω̃ν ἀπέστειλεν τοὺς δούλους αὐτου̃ πρòς τοὺς γεωργοὺς λαβει̃ν τοὺς καρποὺς αὐτου̃
35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτου̃ ὃν μὲν ἔδειραν ὃν δὲ ἀπέκτειναν ὃν δὲ ἐλιθοβόλησαν
36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τω̃ν πρώτων καὶ ἐποίησαν αὐτοι̃ς ὡσαύτως
37 ὕστερον δὲ ἀπέστειλεν πρòς αὐτοὺς τòν υἱòν αὐτου̃ λέγων ἐντραπήσονται τòν υἱόν μου
38 οἱ δὲ γεωργοὶ ἰδόντες τòν υἱòν εἰ̃πον ἐν ἑαυτοι̃ς οὑ̃τός ἐστιν ὁ κληρονόμος δευ̃τε ἀποκτείνωμεν αὐτòν καὶ σχω̃μεν τὴν κληρονομίαν αὐτου̃
39 καὶ λαβόντες αὐτòν ἐξέβαλον ἔξω του̃ ἀμπελω̃νος καὶ ἀπέκτειναν
40 ὅταν οὐ̃ν ἔλθη̨ ὁ κύριος του̃ ἀμπελω̃νος τί ποιήσει τοι̃ς γεωργοι̃ς ἐκείνοις
41 λέγουσιν αὐτω̨̃ κακοὺς κακω̃ς ἀπολέσει αὐτούς καὶ τòν ἀμπελω̃να ἐκδώσεται ἄλλοις γεωργοι̃ς οἵτινες ἀποδώσουσιν αὐτω̨̃ τοὺς καρποὺς ἐν τοι̃ς καιροι̃ς αὐτω̃ν
42 λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς οὐδέποτε ἀνέγνωτε ἐν ται̃ς γραφαι̃ς λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομου̃ντες οὑ̃τος ἐγενήθη εἰς κεφαλὴν γωνίας παρὰ κυρίου ἐγένετο αὕτη καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοι̃ς ἡμω̃ν
43 διὰ του̃το λέγω ὑμι̃ν ὅτι ἀρθήσεται ἀφ' ὑμω̃ν ἡ βασιλεία του̃ θεου̃ καὶ δοθήσεται ἔθνει ποιου̃ντι τοὺς καρποὺς αὐτη̃ς
44 καὶ ὁ πεσὼν ἐπὶ τòν λίθον του̃τον συνθλασθήσεται ἐφ' ὃν δ' ἂν πέση̨ λικμήσει αὐτόν
45 καὶ ἀκούσαντες οἱ ἀρχιερει̃ς καὶ οἱ Φαρισαι̃οι τὰς παραβολὰς αὐτου̃ ἔγνωσαν ὅτι περὶ αὐτω̃ν λέγει
46 καὶ ζητου̃ντες αὐτòν κρατη̃σαι ἐφοβήθησαν τοὺς ὄχλους ἐπεὶ εἰς προφήτην αὐτòν εἰ̃χον
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).