1 μὴ κρίνετε ἵνα μὴ κριθη̃τε |
2 ἐν ὡ̨̃ γὰρ κρίματι κρίνετε κριθήσεσθε καὶ ἐν ὡ̨̃ μέτρω̨ μετρει̃τε μετρηθήσεται ὑμι̃ν |
3 τί δὲ βλέπεις τò κάρφος τò ἐν τω̨̃ ὀφθαλμω̨̃ του̃ ἀδελφου̃ σου τὴν δὲ ἐν τω̨̃ σω̨̃ ὀφθαλμω̨̃ δοκòν οὐ κατανοει̃ς |
4 ἢ πω̃ς ἐρει̃ς τω̨̃ ἀδελφω̨̃ σου ἄφες ἐκβάλω τò κάρφος ἐκ του̃ ὀφθαλμου̃ σου καὶ ἰδοὺ ἡ δοκòς ἐν τω̨̃ ὀφθαλμω̨̃ σου̃ |
5 ὑποκριτά ἔκβαλε πρω̃τον ἐκ του̃ ὀφθαλμου̃ σου̃ τὴν δοκόν καὶ τότε διαβλέψεις ἐκβαλει̃ν τò κάρφος ἐκ του̃ ὀφθαλμου̃ του̃ ἀδελφου̃ σου |
6 μὴ δω̃τε τò ἅγιον τοι̃ς κυσίν μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμω̃ν ἔμπροσθεν τω̃ν χοίρων μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοι̃ς ποσὶν αὐτω̃ν καὶ στραφέντες ῥήξωσιν ὑμα̃ς |
7 αἰτει̃τε καὶ δοθήσεται ὑμι̃ν ζητει̃τε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμι̃ν |
8 πα̃ς γὰρ ὁ αἰτω̃ν λαμβάνει καὶ ὁ ζητω̃ν εὑρίσκει καὶ τω̨̃ κρούοντι ἀνοιγήσεται |
9 ἢ τίς ἐστιν ἐξ ὑμω̃ν ἄνθρωπος ὃν αἰτήσει ὁ υἱòς αὐτου̃ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτω̨̃ |
10 ἢ καὶ ἰχθὺν αἰτήσει μὴ ὄφιν ἐπιδώσει αὐτω̨̃ |
11 εἰ οὐ̃ν ὑμει̃ς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοι̃ς τέκνοις ὑμω̃ν πόσω̨ μα̃λλον ὁ πατὴρ ὑμω̃ν ὁ ἐν τοι̃ς οὐρανοι̃ς δώσει ἀγαθὰ τοι̃ς αἰτου̃σιν αὐτόν |
12 πάντα οὐ̃ν ὅσα ἐὰν θέλητε ἵνα ποιω̃σιν ὑμι̃ν οἱ ἄνθρωποι οὕτως καὶ ὑμει̃ς ποιει̃τε αὐτοι̃ς οὑ̃τος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφη̃ται |
13 εἰσέλθατε διὰ τη̃ς στενη̃ς πύλης ὅτι πλατει̃α ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδòς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτη̃ς |
14 τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδòς ἡ ἀπάγουσα εἰς τὴν ζωήν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν |
15 προσέχετε ἀπò τω̃ν ψευδοπροφητω̃ν οἵτινες ἔρχονται πρòς ὑμα̃ς ἐν ἐνδύμασιν προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες |
16 ἀπò τω̃ν καρπω̃ν αὐτω̃ν ἐπιγνώσεσθε αὐτούς μήτι συλλέγουσιν ἀπò ἀκανθω̃ν σταφυλὰς ἢ ἀπò τριβόλων συ̃κα |
17 οὕτως πα̃ν δένδρον ἀγαθòν καρποὺς καλοὺς ποιει̃ τò δὲ σαπρòν δένδρον καρποὺς πονηροὺς ποιει̃ |
18 οὐ δύναται δένδρον ἀγαθòν καρποὺς πονηροὺς ποιει̃ν οὐδὲ δένδρον σαπρòν καρποὺς καλοὺς ποιει̃ν |
19 πα̃ν δένδρον μὴ ποιου̃ν καρπòν καλòν ἐκκόπτεται καὶ εἰς πυ̃ρ βάλλεται |
20 ἄρα γε ἀπò τω̃ν καρπω̃ν αὐτω̃ν ἐπιγνώσεσθε αὐτούς |
21 οὐ πα̃ς ὁ λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τω̃ν οὐρανω̃ν ἀλλ' ὁ ποιω̃ν τò θέλημα του̃ πατρός μου του̃ ἐν τοι̃ς οὐρανοι̃ς |
22 πολλοὶ ἐρου̃σίν μοι ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ κύριε κύριε οὐ τω̨̃ σω̨̃ ὀνόματι ἐπροφητεύσαμεν καὶ τω̨̃ σω̨̃ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τω̨̃ σω̨̃ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν |
23 καὶ τότε ὁμολογήσω αὐτοι̃ς ὅτι οὐδέποτε ἔγνων ὑμα̃ς ἀποχωρει̃τε ἀπ' ἐμου̃ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν |
24 πα̃ς οὐ̃ν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιει̃ αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ φρονίμω̨ ὅστις ὠ̨κοδόμησεν αὐτου̃ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν |
25 καὶ κατέβη ἡ βροχὴ καὶ ἠ̃λθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τη̨̃ οἰκία̨ ἐκείνη̨ καὶ οὐκ ἔπεσεν τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν |
26 καὶ πα̃ς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιω̃ν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρω̨̃ ὅστις ὠ̨κοδόμησεν αὐτου̃ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον |
27 καὶ κατέβη ἡ βροχὴ καὶ ἠ̃λθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τη̨̃ οἰκία̨ ἐκείνη̨ καὶ ἔπεσεν καὶ ἠ̃ν ἡ πτω̃σις αὐτη̃ς μεγάλη |
28 καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ’Ιησου̃ς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τη̨̃ διδαχη̨̃ αὐτου̃ |
29 ἠ̃ν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματει̃ς αὐτω̃ν |