Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 8

1 καταβάντος δὲ αὐτου̃ ἀπò του̃ ὄρους ἠκολούθησαν αὐτω̨̃ ὄχλοι πολλοί
2 καὶ ἰδοὺ λεπρòς προσελθὼν προσεκύνει αὐτω̨̃ λέγων κύριε ἐὰν θέλη̨ς δύνασαί με καθαρίσαι
3 καὶ ἐκτείνας τὴν χει̃ρα ἥψατο αὐτου̃ λέγων θέλω καθαρίσθητι καὶ εὐθέως ἐκαθαρίσθη αὐτου̃ ἡ λέπρα
4 καὶ λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς ὅρα μηδενὶ εἴπη̨ς ἀλλὰ ὕπαγε σεαυτòν δει̃ξον τω̨̃ ἱερει̃ καὶ προσένεγκον τò δω̃ρον ὃ προσέταξεν Μωϋση̃ς εἰς μαρτύριον αὐτοι̃ς
5 εἰσελθόντος δὲ αὐτου̃ εἰς Καφαρναοὺμ προση̃λθεν αὐτω̨̃ ἑκατόνταρχος παρακαλω̃ν αὐτòν
6 καὶ λέγων κύριε ὁ παι̃ς μου βέβληται ἐν τη̨̃ οἰκία̨ παραλυτικός δεινω̃ς βασανιζόμενος
7 καὶ λέγει αὐτω̨̃ ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν
8 καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη κύριε οὐκ εἰμὶ ἱκανòς ἵνα μου ὑπò τὴν στέγην εἰσέλθη̨ς ἀλλὰ μόνον εἰπὲ λόγω̨ καὶ ἰαθήσεται ὁ παι̃ς μου
9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπò ἐξουσίαν ἔχων ὑπ' ἐμαυτòν στρατιώτας καὶ λέγω τούτω̨ πορεύθητι καὶ πορεύεται καὶ ἄλλω̨ ἔρχου καὶ ἔρχεται καὶ τω̨̃ δούλω̨ μου ποίησον του̃το καὶ ποιει̃
10 ἀκούσας δὲ ὁ ’Ιησου̃ς ἐθαύμασεν καὶ εἰ̃πεν τοι̃ς ἀκολουθου̃σιν ἀμὴν λέγω ὑμι̃ν παρ' οὐδενὶ τοσαύτην πίστιν ἐν τω̨̃ ’Ισραὴλ εὑ̃ρον
11 λέγω δὲ ὑμι̃ν ὅτι πολλοὶ ἀπò ἀνατολω̃ν καὶ δυσμω̃ν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ ’Αβραὰμ καὶ ’Ισαὰκ καὶ ’Ιακὼβ ἐν τη̨̃ βασιλεία̨ τω̃ν οὐρανω̃ν
12 οἱ δὲ υἱοὶ τη̃ς βασιλείας ἐκβληθήσονται εἰς τò σκότος τò ἐξώτερον ἐκει̃ ἔσται ὁ κλαυθμòς καὶ ὁ βρυγμòς τω̃ν ὀδόντων
13 καὶ εἰ̃πεν ὁ ’Ιησου̃ς τω̨̃ ἑκατοντάρχη̨ ὕπαγε ὡς ἐπίστευσας γενηθήτω σοι καὶ ἰάθη ὁ παι̃ς αὐτου̃ ἐν τη̨̃ ὥρα̨ ἐκείνη̨
14 καὶ ἐλθὼν ὁ ’Ιησου̃ς εἰς τὴν οἰκίαν Πέτρου εἰ̃δεν τὴν πενθερὰν αὐτου̃ βεβλημένην καὶ πυρέσσουσαν
15 καὶ ἥψατο τη̃ς χειρòς αὐτη̃ς καὶ ἀφη̃κεν αὐτὴν ὁ πυρετός καὶ ἠγέρθη καὶ διηκόνει αὐτω̨̃
16 ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτω̨̃ δαιμονιζομένους πολλούς καὶ ἐξέβαλεν τὰ πνεύματα λόγω̨ καὶ πάντας τοὺς κακω̃ς ἔχοντας ἐθεράπευσεν
17 ὅπως πληρωθη̨̃ τò ῥηθὲν διὰ ’Ησαΐου του̃ προφήτου λέγοντος αὐτòς τὰς ἀσθενείας ἡμω̃ν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν
18 ἰδὼν δὲ ὁ ’Ιησου̃ς ὄχλον περὶ αὐτòν ἐκέλευσεν ἀπελθει̃ν εἰς τò πέραν
19 καὶ προσελθὼν εἱ̃ς γραμματεὺς εἰ̃πεν αὐτω̨̃ διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχη̨
20 καὶ λέγει αὐτω̨̃ ὁ ’Ιησου̃ς αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ κατασκηνώσεις ὁ δὲ υἱòς του̃ ἀνθρώπου οὐκ ἔχει που̃ τὴν κεφαλὴν κλίνη̨
21 ἕτερος δὲ τω̃ν μαθητω̃ν αὐτου̃ εἰ̃πεν αὐτω̨̃ κύριε ἐπίτρεψόν μοι πρω̃τον ἀπελθει̃ν καὶ θάψαι τòν πατέρα μου
22 ὁ δὲ ’Ιησου̃ς λέγει αὐτω̨̃ ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτω̃ν νεκρούς
23 καὶ ἐμβάντι αὐτω̨̃ εἰς τò πλοι̃ον ἠκολούθησαν αὐτω̨̃ οἱ μαθηταὶ αὐτου̃
24 καὶ ἰδοὺ σεισμòς μέγας ἐγένετο ἐν τη̨̃ θαλάσση̨ ὥστε τò πλοι̃ον καλύπτεσθαι ὑπò τω̃ν κυμάτων αὐτòς δὲ ἐκάθευδεν
25 καὶ προσελθόντες ἤγειραν αὐτòν λέγοντες κύριε σω̃σον ἀπολλύμεθα
26 καὶ λέγει αὐτοι̃ς τί δειλοί ἐστε ὀλιγόπιστοι τότε ἐγερθεὶς ἐπετίμησεν τοι̃ς ἀνέμοις καὶ τη̨̃ θαλάσση̨ καὶ ἐγένετο γαλήνη μεγάλη
27 οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες ποταπός ἐστιν οὑ̃τος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτω̨̃ ὑπακούουσιν
28 καὶ ἐλθόντος αὐτου̃ εἰς τò πέραν εἰς τὴν χώραν τω̃ν Γαδαρηνω̃ν ὑπήντησαν αὐτω̨̃ δύο δαιμονιζόμενοι ἐκ τω̃ν μνημείων ἐξερχόμενοι χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθει̃ν διὰ τη̃ς ὁδου̃ ἐκείνης
29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες τί ἡμι̃ν καὶ σοί υἱὲ του̃ θεου̃ ἠ̃λθες ὡ̃δε πρò καιρου̃ βασανίσαι ἡμα̃ς
30 ἠ̃ν δὲ μακρὰν ἀπ' αὐτω̃ν ἀγέλη χοίρων πολλω̃ν βοσκομένη
31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτòν λέγοντες εἰ ἐκβάλλεις ἡμα̃ς ἀπόστειλον ἡμα̃ς εἰς τὴν ἀγέλην τω̃ν χοίρων
32 καὶ εἰ̃πεν αὐτοι̃ς ὑπάγετε οἱ δὲ ἐξελθόντες ἀπη̃λθον εἰς τοὺς χοίρους καὶ ἰδοὺ ὥρμησεν πα̃σα ἡ ἀγέλη κατὰ του̃ κρημνου̃ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοι̃ς ὕδασιν
33 οἱ δὲ βόσκοντες ἔφυγον καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τω̃ν δαιμονιζομένων
34 καὶ ἰδοὺ πα̃σα ἡ πόλις ἐξη̃λθεν εἰς ὑπάντησιν τω̨̃ ’Ιησου̃ καὶ ἰδόντες αὐτòν παρεκάλεσαν ὅπως μεταβη̨̃ ἀπò τω̃ν ὁρίων αὐτω̃ν

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ, κεφαλίς 9

1 καὶ ἐμβὰς εἰς πλοι̃ον διεπέρασεν καὶ ἠ̃λθεν εἰς τὴν ἰδίαν πόλιν
2 καὶ ἰδοὺ προσέφερον αὐτω̨̃ παραλυτικòν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὴν πίστιν αὐτω̃ν εἰ̃πεν τω̨̃ παραλυτικω̨̃ θάρσει τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι
3 καὶ ἰδού τινες τω̃ν γραμματέων εἰ̃παν ἐν ἑαυτοι̃ς οὑ̃τος βλασφημει̃
4 καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὰς ἐνθυμήσεις αὐτω̃ν εἰ̃πεν ἱνατί ἐνθυμει̃σθε πονηρὰ ἐν ται̃ς καρδίαις ὑμω̃ν
5 τί γάρ ἐστιν εὐκοπώτερον εἰπει̃ν ἀφίενταί σου αἱ ἁμαρτίαι ἢ εἰπει̃ν ἔγειρε καὶ περιπάτει
6 ἵνα δὲ εἰδη̃τε ὅτι ἐξουσίαν ἔχει ὁ υἱòς του̃ ἀνθρώπου ἐπὶ τη̃ς γη̃ς ἀφιέναι ἁμαρτίας τότε λέγει τω̨̃ παραλυτικω̨̃ ἐγερθεὶς ἀ̃ρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τòν οἰ̃κόν σου
7 καὶ ἐγερθεὶς ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τòν θεòν τòν δόντα ἐξουσίαν τοιαύτην τοι̃ς ἀνθρώποις
9 καὶ παράγων ὁ ’Ιησου̃ς ἐκει̃θεν εἰ̃δεν ἄνθρωπον καθήμενον ἐπὶ τò τελώνιον Μαθθαι̃ον λεγόμενον καὶ λέγει αὐτω̨̃ ἀκολούθει μοι καὶ ἀναστὰς ἠκολούθησεν αὐτω̨̃
10 καὶ ἐγένετο αὐτου̃ ἀνακειμένου ἐν τη̨̃ οἰκία̨ καὶ ἰδοὺ πολλοὶ τελω̃ναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τω̨̃ ’Ιησου̃ καὶ τοι̃ς μαθηται̃ς αὐτου̃
11 καὶ ἰδόντες οἱ Φαρισαι̃οι ἔλεγον τοι̃ς μαθηται̃ς αὐτου̃ διὰ τί μετὰ τω̃ν τελωνω̃ν καὶ ἁμαρτωλω̃ν ἐσθίει ὁ διδάσκαλος ὑμω̃ν
12 ὁ δὲ ἀκούσας εἰ̃πεν οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατρου̃ ἀλλ' οἱ κακω̃ς ἔχοντες
13 πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεος θέλω καὶ οὐ θυσίαν οὐ γὰρ ἠ̃λθον καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλούς
14 τότε προσέρχονται αὐτω̨̃ οἱ μαθηταὶ ’Ιωάννου λέγοντες διὰ τί ἡμει̃ς καὶ οἱ Φαρισαι̃οι νηστεύομεν πολλά οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν
15 καὶ εἰ̃πεν αὐτοι̃ς ὁ ’Ιησου̃ς μὴ δύνανται οἱ υἱοὶ του̃ νυμφω̃νος πενθει̃ν ἐφ' ὅσον μετ' αὐτω̃ν ἐστιν ὁ νυμφίος ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθη̨̃ ἀπ' αὐτω̃ν ὁ νυμφίος καὶ τότε νηστεύσουσιν
16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίω̨ παλαιω̨̃ αἴρει γὰρ τò πλήρωμα αὐτου̃ ἀπò του̃ ἱματίου καὶ χει̃ρον σχίσμα γίνεται
17 οὐδὲ βάλλουσιν οἰ̃νον νέον εἰς ἀσκοὺς παλαιούς εἰ δὲ μή γε ῥήγνυνται οἱ ἀσκοί καὶ ὁ οἰ̃νος ἐκχει̃ται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται ἀλλὰ βάλλουσιν οἰ̃νον νέον εἰς ἀσκοὺς καινούς καὶ ἀμφότεροι συντηρου̃νται
18 ταυ̃τα αὐτου̃ λαλου̃ντος αὐτοι̃ς ἰδοὺ ἄρχων εἱ̃ς ἐλθὼν προσεκύνει αὐτω̨̃ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν ἀλλὰ ἐλθὼν ἐπίθες τὴν χει̃ρά σου ἐπ' αὐτήν καὶ ζήσεται
19 καὶ ἐγερθεὶς ὁ ’Ιησου̃ς ἠκολούθησεν αὐτω̨̃ καὶ οἱ μαθηταὶ αὐτου̃
20 καὶ ἰδοὺ γυνὴ αἱμορροου̃σα δώδεκα ἔτη προσελθου̃σα ὄπισθεν ἥψατο του̃ κρασπέδου του̃ ἱματίου αὐτου̃
21 ἔλεγεν γὰρ ἐν ἑαυτη̨̃ ἐὰν μόνον ἅψωμαι του̃ ἱματίου αὐτου̃ σωθήσομαι
22 ὁ δὲ ’Ιησου̃ς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἰ̃πεν θάρσει θύγατερ ἡ πίστις σου σέσωκέν σε καὶ ἐσώθη ἡ γυνὴ ἀπò τη̃ς ὥρας ἐκείνης
23 καὶ ἐλθὼν ὁ ’Ιησου̃ς εἰς τὴν οἰκίαν του̃ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τòν ὄχλον θορυβούμενον
24 ἔλεγεν ἀναχωρει̃τε οὐ γὰρ ἀπέθανεν τò κοράσιον ἀλλὰ καθεύδει καὶ κατεγέλων αὐτου̃
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος εἰσελθὼν ἐκράτησεν τη̃ς χειρòς αὐτη̃ς καὶ ἠγέρθη τò κοράσιον
26 καὶ ἐξη̃λθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γη̃ν ἐκείνην
27 καὶ παράγοντι ἐκει̃θεν τω̨̃ ’Ιησου̃ ἠκολούθησαν αὐτω̨̃ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες ἐλέησον ἡμα̃ς υἱòς Δαυίδ
28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προση̃λθον αὐτω̨̃ οἱ τυφλοί καὶ λέγει αὐτοι̃ς ὁ ’Ιησου̃ς πιστεύετε ὅτι δύναμαι του̃το ποιη̃σαι λέγουσιν αὐτω̨̃ ναί κύριε
29 τότε ἥψατο τω̃ν ὀφθαλμω̃ν αὐτω̃ν λέγων κατὰ τὴν πίστιν ὑμω̃ν γενηθήτω ὑμι̃ν
30 καὶ ἠνεώ̨χθησαν αὐτω̃ν οἱ ὀφθαλμοί καὶ ἐνεβριμήθη αὐτοι̃ς ὁ ’Ιησου̃ς λέγων ὁρα̃τε μηδεὶς γινωσκέτω
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτòν ἐν ὅλη̨ τη̨̃ γη̨̃ ἐκείνη̨
32 αὐτω̃ν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτω̨̃ ἄνθρωπον κωφòν δαιμονιζόμενον
33 καὶ ἐκβληθέντος του̃ δαιμονίου ἐλάλησεν ὁ κωφός καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες οὐδέποτε ἐφάνη οὕτως ἐν τω̨̃ ’Ισραήλ
34 οἱ δὲ Φαρισαι̃οι ἔλεγον ἐν τω̨̃ ἄρχοντι τω̃ν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια
35 καὶ περιη̃γεν ὁ ’Ιησου̃ς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ται̃ς συναγωγαι̃ς αὐτω̃ν καὶ κηρύσσων τò εὐαγγέλιον τη̃ς βασιλείας καὶ θεραπεύων πα̃σαν νόσον καὶ πα̃σαν μαλακίαν
36 ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτω̃ν ὅτι ἠ̃σαν ἐσκυλμένοι καὶ ἐρριμμένοι ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα
37 τότε λέγει τοι̃ς μαθηται̃ς αὐτου̃ ὁ μὲν θερισμòς πολύς οἱ δὲ ἐργάται ὀλίγοι
38 δεήθητε οὐ̃ν του̃ κυρίου του̃ θερισμου̃ ὅπως ἐκβάλη̨ ἐργάτας εἰς τòν θερισμòν αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).