ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ,
κεφαλίς 9,
στἰχοι 1-8
1 καὶ ἐμβὰς εἰς πλοι̃ον διεπέρασεν καὶ ἠ̃λθεν εἰς τὴν ἰδίαν πόλιν |
2 καὶ ἰδοὺ προσέφερον αὐτω̨̃ παραλυτικòν ἐπὶ κλίνης βεβλημένον καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὴν πίστιν αὐτω̃ν εἰ̃πεν τω̨̃ παραλυτικω̨̃ θάρσει τέκνον ἀφίενταί σου αἱ ἁμαρτίαι |
3 καὶ ἰδού τινες τω̃ν γραμματέων εἰ̃παν ἐν ἑαυτοι̃ς οὑ̃τος βλασφημει̃ |
4 καὶ ἰδὼν ὁ ’Ιησου̃ς τὰς ἐνθυμήσεις αὐτω̃ν εἰ̃πεν ἱνατί ἐνθυμει̃σθε πονηρὰ ἐν ται̃ς καρδίαις ὑμω̃ν |
5 τί γάρ ἐστιν εὐκοπώτερον εἰπει̃ν ἀφίενταί σου αἱ ἁμαρτίαι ἢ εἰπει̃ν ἔγειρε καὶ περιπάτει |
6 ἵνα δὲ εἰδη̃τε ὅτι ἐξουσίαν ἔχει ὁ υἱòς του̃ ἀνθρώπου ἐπὶ τη̃ς γη̃ς ἀφιέναι ἁμαρτίας τότε λέγει τω̨̃ παραλυτικω̨̃ ἐγερθεὶς ἀ̃ρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τòν οἰ̃κόν σου |
7 καὶ ἐγερθεὶς ἀπη̃λθεν εἰς τòν οἰ̃κον αὐτου̃ |
8 ἰδόντες δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τòν θεòν τòν δόντα ἐξουσίαν τοιαύτην τοι̃ς ἀνθρώποις |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.