16 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων Ισραηλ οὓς αὐτὸς σὺ οἰ̃δας ὅτι οὑ̃τοί εἰσιν πρεσβύτεροι του̃ λαου̃ καὶ γραμματει̃ς αὐτω̃ν καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν του̃ μαρτυρίου καὶ στήσονται ἐκει̃ μετὰ σου̃ |
17 καὶ καταβήσομαι καὶ λαλήσω ἐκει̃ μετὰ σου̃ καὶ ἀφελω̃ ἀπὸ του̃ πνεύματος του̃ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπ' αὐτούς καὶ συναντιλήμψονται μετὰ σου̃ τὴν ὁρμὴν του̃ λαου̃ καὶ οὐκ οἴσεις αὐτοὺς σὺ μόνος |
18 καὶ τω̨̃ λαω̨̃ ἐρει̃ς ἁγνίσασθε εἰς αὔριον καὶ φάγεσθε κρέα ὅτι ἐκλαύσατε ἔναντι κυρίου λέγοντες τίς ἡμα̃ς ψωμιει̃ κρέα ὅτι καλὸν ἡμι̃ν ἐστιν ἐν Αἰγύπτω̨ καὶ δώσει κύριος ὑμι̃ν κρέα φαγει̃ν καὶ φάγεσθε κρέα |
19 οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐδὲ δέκα ἡμέρας οὐδὲ εἴκοσι ἡμέρας |
20 ἕως μηνὸς ἡμερω̃ν φάγεσθε ἕως ἂν ἐξέλθη̨ ἐκ τω̃ν μυκτήρων ὑμω̃ν καὶ ἔσται ὑμι̃ν εἰς χολέραν ὅτι ἠπειθήσατε κυρίω̨ ὅς ἐστιν ἐν ὑμι̃ν καὶ ἐκλαύσατε ἐναντίον αὐτου̃ λέγοντες ἵνα τί ἡμι̃ν ἐξελθει̃ν ἐξ Αἰγύπτου |
21 καὶ εἰ̃πεν Μωυση̃ς ἑξακόσιαι χιλιάδες πεζω̃ν ὁ λαός ἐν οἱ̃ς εἰμι ἐν αὐτοι̃ς καὶ σὺ εἰ̃πας κρέα δώσω αὐτοι̃ς φαγει̃ν καὶ φάγονται μη̃να ἡμερω̃ν |
22 μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς ἢ πα̃ν τὸ ὄψος τη̃ς θαλάσσης συναχθήσεται αὐτοι̃ς καὶ ἀρκέσει αὐτοι̃ς |
23 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει ἤδη γνώσει εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ |
24 καὶ ἐξη̃λθεν Μωυση̃ς καὶ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα κυρίου καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ ἔστησεν αὐτοὺς κύκλω̨ τη̃ς σκηνη̃ς |
25 καὶ κατέβη κύριος ἐν νεφέλη̨ καὶ ἐλάλησεν πρὸς αὐτόν καὶ παρείλατο ἀπὸ του̃ πνεύματος του̃ ἐπ' αὐτω̨̃ καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους ὡς δὲ ἐπανεπαύσατο τὸ πνευ̃μα ἐπ' αὐτούς καὶ ἐπροφήτευσαν καὶ οὐκέτι προσέθεντο |
26 καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τη̨̃ παρεμβολη̨̃ ὄνομα τω̨̃ ἑνὶ Ελδαδ καὶ ὄνομα τω̨̃ δευτέρω̨ Μωδαδ καὶ ἐπανεπαύσατο ἐπ' αὐτοὺς τὸ πνευ̃μα καὶ οὑ̃τοι ἠ̃σαν τω̃ν καταγεγραμμένων καὶ οὐκ ἠ̃λθον πρὸς τὴν σκηνήν καὶ ἐπροφήτευσαν ἐν τη̨̃ παρεμβολη̨̃ |
27 καὶ προσδραμὼν ὁ νεανίσκος ἀπήγγειλεν Μωυση̨̃ καὶ εἰ̃πεν λέγων Ελδαδ καὶ Μωδαδ προφητεύουσιν ἐν τη̨̃ παρεμβολη̨̃ |
28 καὶ ἀποκριθεὶς 'Ιησου̃ς ὁ του̃ Ναυη ὁ παρεστηκὼς Μωυση̨̃ ὁ ἐκελεκτὸς εἰ̃πεν κύριε Μωυση̃ κώλυσον αὐτούς |
29 καὶ εἰ̃πεν αὐτω̨̃ Μωυση̃ς μὴ ζηλοι̃ς σύ μοι καὶ τίς δώ̨η πάντα τὸν λαὸν κυρίου προφήτας ὅταν δω̨̃ κύριος τὸ πνευ̃μα αὐτου̃ ἐπ' αὐτούς |
30 καὶ ἀπη̃λθεν Μωυση̃ς εἰς τὴν παρεμβολήν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ |
31 καὶ πνευ̃μα ἐξη̃λθεν παρὰ κυρίου καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τη̃ς θαλάσσης καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντευ̃θεν καὶ ὁδὸν ἡμέρας ἐντευ̃θεν κύκλω̨ τη̃ς παρεμβολη̃ς ὡσεὶ δίπηχυ ἀπὸ τη̃ς γη̃ς |
32 καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον καὶ συνήγαγον τὴν ὀρτυγομήτραν ὁ τὸ ὀλίγον συνήγαγεν δέκα κόρους καὶ ἔψυξαν ἑαυτοι̃ς ψυγμοὺς κύκλω̨ τη̃ς παρεμβολη̃ς |
33 τὰ κρέα ἔτι ἠ̃ν ἐν τοι̃ς ὀδου̃σιν αὐτω̃ν πρὶν ἢ ἐκλείπειν καὶ κύριος ἐθυμώθη εἰς τὸν λαόν καὶ ἐπάταξεν κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα |
34 καὶ ἐκλήθη τὸ ὄνομα του̃ τόπου ἐκείνου μνήματα τη̃ς ἐπιθυμίας ὅτι ἐκει̃ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν |
35 ἀπὸ μνημάτων ἐπιθυμίας ἐξη̃ρεν ὁ λαὸς εἰς Ασηρωθ καὶ ἐγένετο ὁ λαὸς ἐν Ασηρωθ |