Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 1

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Σινα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν μια̨̃ του̃ μηνὸς του̃ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου λέγων
2 λάβετε ἀρχὴν πάσης συναγωγη̃ς υἱω̃ν Ισραηλ κατὰ συγγενείας αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πα̃ς ἄρσην
3 ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτω̃ν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς
4 καὶ μεθ' ὑμω̃ν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ' οἴκους πατριω̃ν ἔσονται
5 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν ἀνδρω̃ν οἵτινες παραστήσονται μεθ' ὑμω̃ν τω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
6 τω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
7 τω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ
8 τω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
9 τω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
10 τω̃ν υἱω̃ν Ιωσηφ τω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ τω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
11 τω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
12 τω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
13 τω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
14 τω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
15 τω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν
16 οὑ̃τοι ἐπίκλητοι τη̃ς συναγωγη̃ς ἄρχοντες τω̃ν φυλω̃ν κατὰ πατριάς χιλίαρχοι Ισραηλ εἰσίν
17 καὶ ἔλαβεν Μωυση̃ς καὶ Ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος
18 καὶ πα̃σαν τὴν συναγωγὴν συνήγαγον ἐν μια̨̃ του̃ μηνὸς του̃ δευτέρου ἔτους καὶ ἐπηξονου̃σαν κατὰ γενέσεις αὐτω̃ν κατὰ πατριὰς αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτω̃ν
19 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ καὶ ἐπεσκέπησαν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Σινα
20 καὶ ἐγένοντο οἱ υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
21 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
22 τοι̃ς υἱοι̃ς Συμεων κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
23 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
24 τοι̃ς υἱοι̃ς Ιουδα κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
25 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
26 τοι̃ς υἱοι̃ς Ισσαχαρ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
27 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
28 τοι̃ς υἱοι̃ς Ζαβουλων κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
29 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
30 τοι̃ς υἱοι̃ς Ιωσηφ υἱοι̃ς Εφραιμ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
31 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
32 τοι̃ς υἱοι̃ς Μανασση κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
33 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
34 τοι̃ς υἱοι̃ς Βενιαμιν κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
35 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
36 τοι̃ς υἱοι̃ς Γαδ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
37 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
38 τοι̃ς υἱοι̃ς Δαν κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
39 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
40 τοι̃ς υἱοι̃ς Ασηρ κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
41 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
42 τοι̃ς υἱοι̃ς Νεφθαλι κατὰ συγγενείας αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ ἀριθμὸν ὀνομάτων αὐτω̃ν κατὰ κεφαλὴν αὐτω̃ν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος ἐν τη̨̃ δυνάμει
43 ἡ ἐπίσκεψις αὐτω̃ν ἐκ τη̃ς φυλη̃ς Νεφθαλι τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
44 αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἱ̃ς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατρια̃ς ἠ̃σαν
45 καὶ ἐγένετο πα̃σα ἡ ἐπίσκεψις υἱω̃ν Ισραηλ σὺν δυνάμει αὐτω̃ν ἀπὸ εἰκοσαετου̃ς καὶ ἐπάνω πα̃ς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ισραηλ
46 ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα
47 οἱ δὲ Λευι̃ται ἐκ τη̃ς φυλη̃ς πατρια̃ς αὐτω̃ν οὐκ ἐπεσκέπησαν ἐν τοι̃ς υἱοι̃ς Ισραηλ
48 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
49 ὅρα τὴν φυλὴν τὴν Λευι οὐ συνεπισκέψη̨ καὶ τὸν ἀριθμὸν αὐτω̃ν οὐ λήμψη̨ ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ
50 καὶ σὺ ἐπίστησον τοὺς Λευίτας ἐπὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτη̨̃ αὐτοὶ ἀρου̃σιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτη̨̃ καὶ κύκλω̨ τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν
51 καὶ ἐν τω̨̃ ἐξαίρειν τὴν σκηνὴν καθελου̃σιν αὐτὴν οἱ Λευι̃ται καὶ ἐν τω̨̃ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω
52 καὶ παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ ἀνὴρ ἐν τη̨̃ ἑαυτου̃ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτου̃ ἡγεμονίαν σὺν δυνάμει αὐτω̃ν
53 οἱ δὲ Λευι̃ται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλω̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοι̃ς Ισραηλ καὶ φυλάξουσιν οἱ Λευι̃ται αὐτοὶ τὴν φυλακὴν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
54 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ καὶ Ααρων οὕτως ἐποίησαν

ΑΡΙΘΜΟΙ, κεφαλίς 2

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
2 ἄνθρωπος ἐχόμενος αὐτου̃ κατὰ τάγμα κατὰ σημέας κατ' οἴκους πατριω̃ν αὐτω̃ν παρεμβαλέτωσαν οἱ υἱοὶ Ισραηλ ἐναντίοι κύκλω̨ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ
3 καὶ οἱ παρεμβάλλοντες πρω̃τοι κατ' ἀνατολὰς τάγμα παρεμβολη̃ς Ιουδα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ιουδα Ναασσων υἱὸς Αμιναδαβ
4 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι
5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ισσαχαρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ
6 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Ζαβουλων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
8 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τη̃ς παρεμβολη̃ς Ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτω̃ν πρω̃τοι ἐξαρου̃σιν
10 τάγμα παρεμβολη̃ς Ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
11 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
12 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Συμεων καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
13 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι
14 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Γαδ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
15 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα
16 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτω̃ν δεύτεροι ἐξαρου̃σιν
17 καὶ ἀρθήσεται ἡ σκηνὴ του̃ μαρτυρίου καὶ ἡ παρεμβολὴ τω̃ν Λευιτω̃ν μέσον τω̃ν παρεμβολω̃ν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαρου̃σιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίαν
18 τάγμα παρεμβολη̃ς Εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
19 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
20 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Μανασση καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
21 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι
22 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Βενιαμιν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
23 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι
24 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτω̃ν τρίτοι ἐξαρου̃σιν
25 τάγμα παρεμβολη̃ς Δαν πρὸς βορρα̃ν σὺν δυνάμει αὐτω̃ν καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
26 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι
27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτου̃ φυλη̃ς Ασηρ καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
28 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι
29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλη̃ς Νεφθαλι καὶ ὁ ἄρχων τω̃ν υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν
30 δύναμις αὐτου̃ οἱ ἐπεσκεμμένοι τρει̃ς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι
31 πάντες οἱ ἐπεσκεμμένοι τη̃ς παρεμβολη̃ς Δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαρου̃σιν κατὰ τάγμα αὐτω̃ν
32 αὕτη ἡ ἐπίσκεψις τω̃ν υἱω̃ν Ισραηλ κατ' οἴκους πατριω̃ν αὐτω̃ν πα̃σα ἡ ἐπίσκεψις τω̃ν παρεμβολω̃ν σὺν ται̃ς δυνάμεσιν αὐτω̃ν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα
33 οἱ δὲ Λευι̃ται οὐ συνεπεσκέπησαν ἐν αὐτοι̃ς καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃
34 καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ πάντα ὅσα συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτω̃ν καὶ οὕτως ἐξη̃ρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν

ΑΡΙΘΜΟΙ, κεφαλίς 3

1 καὶ αὑ̃ται αἱ γενέσεις Ααρων καὶ Μωυση̃ ἐν ἡ̨̃ ἡμέρα̨ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ ἐν ὄρει Σινα
2 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων πρωτότοκος Ναδαβ καὶ Αβιουδ Ελεαζαρ καὶ Ιθαμαρ
3 ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Ααρων οἱ ἱερει̃ς οἱ ἠλειμμένοι οὓς ἐτελείωσαν τὰς χει̃ρας αὐτω̃ν ἱερατεύειν
4 καὶ ἐτελεύτησεν Ναδαβ καὶ Αβιουδ ἔναντι κυρίου προσφερόντων αὐτω̃ν πυ̃ρ ἀλλότριον ἔναντι κυρίου ἐν τη̨̃ ἐρήμω̨ Σινα καὶ παιδία οὐκ ἠ̃ν αὐτοι̃ς καὶ ἱεράτευσεν Ελεαζαρ καὶ Ιθαμαρ μετ' Ααρων του̃ πατρὸς αὐτω̃ν
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
6 λαβὲ τὴν φυλὴν Λευι καὶ στήσεις αὐτοὺς ἐναντίον Ααρων του̃ ἱερέως καὶ λειτουργήσουσιν αὐτω̨̃
7 καὶ φυλάξουσιν τὰς φυλακὰς αὐτου̃ καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ ἔναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἐργάζεσθαι τὰ ἔργα τη̃ς σκηνη̃ς
8 καὶ φυλάξουσιν πάντα τὰ σκεύη τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ κατὰ πάντα τὰ ἔργα τη̃ς σκηνη̃ς
9 καὶ δώσεις τοὺς Λευίτας Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ τοι̃ς ἱερευ̃σιν δόμα δεδομένοι οὑ̃τοί μοί εἰσιν ἀπὸ τω̃ν υἱω̃ν Ισραηλ
10 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ καταστήσεις ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ φυλάξουσιν τὴν ἱερατείαν αὐτω̃ν καὶ πάντα τὰ κατὰ τὸν βωμὸν καὶ ἔσω του̃ καταπετάσματος καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
12 καὶ ἐγὼ ἰδοὺ εἴληφα τοὺς Λευίτας ἐκ μέσου τω̃ν υἱω̃ν Ισραηλ ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τω̃ν υἱω̃ν Ισραηλ λύτρα αὐτω̃ν ἔσονται καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται
13 ἐμοὶ γὰρ πα̃ν πρωτότοκον ἐν ἡ̨̃ ἡμέρα̨ ἐπάταξα πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτου ἡγίασα ἐμοὶ πα̃ν πρωτότοκον ἐν Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοὶ ἔσονται ἐγὼ κύριος
14 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα λέγων
15 ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατὰ συγγενείας αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς
16 καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν αὐτοι̃ς κύριος
17 καὶ ἠ̃σαν οὑ̃τοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτω̃ν Γεδσων Κααθ καὶ Μεραρι
18 καὶ ταυ̃τα τὰ ὀνόματα τω̃ν υἱω̃ν Γεδσων κατὰ δήμους αὐτω̃ν Λοβενι καὶ Σεμεϊ
19 καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτω̃ν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ
20 καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν Μοολι καὶ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι τω̃ν Λευιτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
21 τω̨̃ Γεδσων δη̃μος του̃ Λοβενι καὶ δη̃μος του̃ Σεμεϊ οὑ̃τοι δη̃μοι του̃ Γεδσων
22 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμὸν παντὸς ἀρσενικου̃ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἡ ἐπίσκεψις αὐτω̃ν ἑπτακισχίλιοι καὶ πεντακόσιοι
23 καὶ υἱοὶ Γεδσων ὀπίσω τη̃ς σκηνη̃ς παρὰ θάλασσαν παρεμβαλου̃σιν
24 καὶ ὁ ἄρχων οἴκου πατρια̃ς του̃ δήμου του̃ Γεδσων Ελισαφ υἱὸς Λαηλ
25 καὶ ἡ φυλακὴ υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς καὶ τὸ καταπέτασμα τη̃ς πύλης τη̃ς αὐλη̃ς τη̃ς οὔσης ἐπὶ τη̃ς σκηνη̃ς καὶ τὰ κατάλοιπα πάντων τω̃ν ἔργων αὐτου̃
27 τω̨̃ Κααθ δη̃μος ὁ Αμραμις καὶ δη̃μος ὁ Σααρις καὶ δη̃μος ὁ Χεβρωνις καὶ δη̃μος ὁ Οζιηλις οὑ̃τοί εἰσιν δη̃μοι του̃ Κααθ
28 κατὰ ἀριθμὸν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ὀκτακισχίλιοι καὶ ἑξακόσιοι φυλάσσοντες τὰς φυλακὰς τω̃ν ἁγίων
29 οἱ δη̃μοι τω̃ν υἱω̃ν Κααθ παρεμβαλου̃σιν ἐκ πλαγίων τη̃ς σκηνη̃ς κατὰ λίβα
30 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν τω̃ν δήμων του̃ Κααθ Ελισαφαν υἱὸς Οζιηλ
31 καὶ ἡ φυλακὴ αὐτω̃ν ἡ κιβωτὸς καὶ ἡ τράπεζα καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια καὶ τὰ σκεύη του̃ ἁγίου ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς καὶ τὸ κατακάλυμμα καὶ πάντα τὰ ἔργα αὐτω̃ν
32 καὶ ὁ ἄρχων ἐπὶ τω̃ν ἀρχόντων τω̃ν Λευιτω̃ν Ελεαζαρ ὁ υἱὸς Ααρων του̃ ἱερέως καθεσταμένος φυλάσσειν τὰς φυλακὰς τω̃ν ἁγίων
33 τω̨̃ Μεραρι δη̃μος ὁ Μοολι καὶ δη̃μος ὁ Μουσι οὑ̃τοί εἰσιν δη̃μοι Μεραρι
34 ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ ἀριθμόν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἑξακισχίλιοι καὶ πεντήκοντα
35 καὶ ὁ ἄρχων οἴκου πατριω̃ν του̃ δήμου του̃ Μεραρι Σουριηλ υἱὸς Αβιχαιλ ἐκ πλαγίων τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν πρὸς βορρα̃ν
36 ἡ ἐπίσκεψις ἡ φυλακὴ υἱω̃ν Μεραρι τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς αὐτη̃ς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ τὰ ἔργα αὐτω̃ν
37 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους καὶ τοὺς κάλους αὐτω̃ν
38 καὶ οἱ παρεμβάλλοντες κατὰ πρόσωπον τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἀπ' ἀνατολη̃ς Μωυση̃ς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ φυλάσσοντες τὰς φυλακὰς του̃ ἁγίου εἰς τὰς φυλακὰς τω̃ν υἱω̃ν Ισραηλ καὶ ὁ ἀλλογενὴς ὁ ἁπτόμενος ἀποθανει̃ται
39 πα̃σα ἡ ἐπίσκεψις τω̃ν Λευιτω̃ν οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου κατὰ δήμους αὐτω̃ν πα̃ν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω δύο καὶ εἴκοσι χιλιάδες
40 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων ἐπίσκεψαι πα̃ν πρωτότοκον ἄρσεν τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ μηνιαίου καὶ ἐπάνω καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος
41 καὶ λήμψη̨ τοὺς Λευίτας ἐμοί ἐγὼ κύριος ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ πάντων τω̃ν πρωτοτόκων ἐν τοι̃ς κτήνεσιν τω̃ν υἱω̃ν Ισραηλ
42 καὶ ἐπεσκέψατο Μωυση̃ς ὃν τρόπον ἐνετείλατο κύριος πα̃ν πρωτότοκον ἐν τοι̃ς υἱοι̃ς Ισραηλ
43 καὶ ἐγένοντο πάντα τὰ πρωτότοκα τὰ ἀρσενικὰ κατὰ ἀριθμὸν ἐξ ὀνόματος ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐκ τη̃ς ἐπισκέψεως αὐτω̃ν δύο καὶ εἴκοσι χιλιάδες τρει̃ς καὶ ἑβδομήκοντα καὶ διακόσιοι
44 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
45 λαβὲ τοὺς Λευίτας ἀντὶ πάντων τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ καὶ τὰ κτήνη τω̃ν Λευιτω̃ν ἀντὶ τω̃ν κτηνω̃ν αὐτω̃ν καὶ ἔσονται ἐμοὶ οἱ Λευι̃ται ἐγὼ κύριος
46 καὶ τὰ λύτρα τριω̃ν καὶ ἑβδομήκοντα καὶ διακοσίων οἱ πλεονάζοντες παρὰ τοὺς Λευίτας ἀπὸ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ
47 καὶ λήμψη̨ πέντε σίκλους κατὰ κεφαλήν κατὰ τὸ δίδραχμον τὸ ἅγιον λήμψη̨ εἴκοσι ὀβολοὺς του̃ σίκλου
48 καὶ δώσεις τὸ ἀργύριον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λύτρα τω̃ν πλεοναζόντων ἐν αὐτοι̃ς
49 καὶ ἔλαβεν Μωυση̃ς τὸ ἀργύριον τὰ λύτρα τω̃ν πλεοναζόντων εἰς τὴν ἐκλύτρωσιν τω̃ν Λευιτω̃ν
50 παρὰ τω̃ν πρωτοτόκων τω̃ν υἱω̃ν Ισραηλ ἔλαβεν τὸ ἀργύριον χιλίους τριακοσίους ἑξήκοντα πέντε σίκλους κατὰ τὸν σίκλον τὸν ἅγιον
51 καὶ ἔδωκεν Μωυση̃ς τὰ λύτρα τω̃ν πλεοναζόντων Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ διὰ φωνη̃ς κυρίου ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

ΑΡΙΘΜΟΙ, κεφαλίς 4

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
2 λαβὲ τὸ κεφάλαιον τω̃ν υἱω̃ν Κααθ ἐκ μέσου υἱω̃ν Λευι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
3 ἀπὸ εἴκοσι καὶ πέντε ἐτω̃ν καὶ ἐπάνω καὶ ἕως πεντήκοντα ἐτω̃ν πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν ποιη̃σαι πάντα τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
4 καὶ ταυ̃τα τὰ ἔργα τω̃ν υἱω̃ν Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἅγιον τω̃ν ἁγίων
5 καὶ εἰσελεύσεται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ ὅταν ἐξαίρη̨ ἡ παρεμβολή καὶ καθελου̃σιν τὸ καταπέτασμα τὸ συσκιάζον καὶ κατακαλύψουσιν ἐν αὐτω̨̃ τὴν κιβωτὸν του̃ μαρτυρίου
6 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς
7 καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον ὁλοπόρφυρον καὶ τὰ τρυβλία καὶ τὰς θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδει̃α ἐν οἱ̃ς σπένδει καὶ οἱ ἄρτοι οἱ διὰ παντὸς ἐπ' αὐτη̃ς ἔσονται
8 καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὴν ἱμάτιον κόκκινον καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν δι' αὐτη̃ς τοὺς ἀναφορει̃ς
9 καὶ λήμψονται ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν τὴν λυχνίαν τὴν φωτίζουσαν καὶ τοὺς λύχνους αὐτη̃ς καὶ τὰς λαβίδας αὐτη̃ς καὶ τὰς ἐπαρυστρίδας αὐτη̃ς καὶ πάντα τὰ ἀγγει̃α του̃ ἐλαίου οἱ̃ς λειτουργου̃σιν ἐν αὐτοι̃ς
10 καὶ ἐμβαλου̃σιν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν αὐτὴν ἐπ' ἀναφορέων
11 καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσου̃ν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃
12 καὶ λήμψονται πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ἐν τοι̃ς ἁγίοις καὶ ἐμβαλου̃σιν εἰς ἱμάτιον ὑακίνθινον καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνω̨ ὑακινθίνω̨ καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς
13 καὶ τὸν καλυπτη̃ρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον καὶ ἐπικαλύψουσιν ἐπ' αὐτὸ ἱμάτιον ὁλοπόρφυρον
14 καὶ ἐπιθήσουσιν ἐπ' αὐτὸ πάντα τὰ σκεύη ὅσοις λειτουργου̃σιν ἐπ' αὐτὸ ἐν αὐτοι̃ς καὶ τὰ πυρει̃α καὶ τὰς κρεάγρας καὶ τὰς φιάλας καὶ τὸν καλυπτη̃ρα καὶ πάντα τὰ σκεύη του̃ θυσιαστηρίου καὶ ἐπιβαλου̃σιν ἐπ' αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον καὶ διεμβαλου̃σιν τοὺς ἀναφορει̃ς αὐτου̃ καὶ λήμψονται ἱμάτιον πορφυρου̃ν καὶ συγκαλύψουσιν τὸν λουτη̃ρα καὶ τὴν βάσιν αὐτου̃ καὶ ἐμβαλου̃σιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορει̃ς
15 καὶ συντελέσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ καλύπτοντες τὰ ἅγια καὶ πάντα τὰ σκεύη τὰ ἅγια ἐν τω̨̃ ἐξαίρειν τὴν παρεμβολήν καὶ μετὰ ταυ̃τα εἰσελεύσονται υἱοὶ Κααθ αἴρειν καὶ οὐχ ἅψονται τω̃ν ἁγίων ἵνα μὴ ἀποθάνωσιν ταυ̃τα ἀρου̃σιν οἱ υἱοὶ Κααθ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
16 ἐπίσκοπος Ελεαζαρ υἱὸς Ααρων του̃ ἱερέως τὸ ἔλαιον του̃ φωτὸς καὶ τὸ θυμίαμα τη̃ς συνθέσεως καὶ ἡ θυσία ἡ καθ' ἡμέραν καὶ τὸ ἔλαιον τη̃ς χρίσεως ἡ ἐπισκοπὴ ὅλης τη̃ς σκηνη̃ς καὶ ὅσα ἐστὶν ἐν αὐτη̨̃ ἐν τω̨̃ ἁγίω̨ ἐν πα̃σι τοι̃ς ἔργοις
17 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν καὶ Ααρων λέγων
18 μὴ ὀλεθρεύσητε τη̃ς φυλη̃ς τὸν δη̃μον τὸν Κααθ ἐκ μέσου τω̃ν Λευιτω̃ν
19 του̃το ποιήσατε αὐτοι̃ς καὶ ζήσονται καὶ οὐ μὴ ἀποθάνωσιν προσπορευομένων αὐτω̃ν πρὸς τὰ ἅγια τω̃ν ἁγίων Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ προσπορευέσθωσαν καὶ καταστήσουσιν αὐτοὺς ἕκαστον κατὰ τὴν ἀναφορὰν αὐτου̃
20 καὶ οὐ μὴ εἰσέλθωσιν ἰδει̃ν ἐξάπινα τὰ ἅγια καὶ ἀποθανου̃νται
21 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
22 λαβὲ τὴν ἀρχὴν τω̃ν υἱω̃ν Γεδσων καὶ τούτους κατ' οἴκους πατριω̃ν αὐτω̃ν κατὰ δήμους αὐτω̃ν
23 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπίσκεψαι αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
24 αὕτη ἡ λειτουργία του̃ δήμου του̃ Γεδσων λειτουργει̃ν καὶ αἴρειν
25 καὶ ἀρει̃ τὰς δέρρεις τη̃ς σκηνη̃ς καὶ τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ κάλυμμα αὐτη̃ς καὶ τὸ κάλυμμα τὸ ὑακίνθινον τὸ ὂν ἐπ' αὐτη̃ς ἄνωθεν καὶ τὸ κάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
26 καὶ τὰ ἱστία τη̃ς αὐλη̃ς ὅσα ἐπὶ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ τὰ περισσὰ καὶ πάντα τὰ σκεύη τὰ λειτουργικά ὅσα λειτουργου̃σιν ἐν αὐτοι̃ς ποιήσουσιν
27 κατὰ στόμα Ααρων καὶ τω̃ν υἱω̃ν αὐτου̃ ἔσται ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων κατὰ πάσας τὰς λειτουργίας αὐτω̃ν καὶ κατὰ πάντα τὰ ἀρτὰ δι' αὐτω̃ν καὶ ἐπισκέψη̨ αὐτοὺς ἐξ ὀνομάτων πάντα τὰ ἀρτὰ ὑπ' αὐτω̃ν
28 αὕτη ἡ λειτουργία τω̃ν υἱω̃ν Γεδσων ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἡ φυλακὴ αὐτω̃ν ἐν χειρὶ Ιθαμαρ του̃ υἱου̃ Ααρων του̃ ἱερέως
29 υἱοὶ Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν ἐπισκέψασθε αὐτούς
30 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς ἐπισκέψασθε αὐτούς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
31 καὶ ταυ̃τα τὰ φυλάγματα τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν κατὰ πάντα τὰ ἔργα αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου τὰς κεφαλίδας τη̃ς σκηνη̃ς καὶ τοὺς μοχλοὺς καὶ τοὺς στύλους αὐτη̃ς καὶ τὰς βάσεις αὐτη̃ς καὶ τὸ κατακάλυμμα καὶ αἱ βάσεις αὐτω̃ν καὶ οἱ στύλοι αὐτω̃ν καὶ τὸ κατακάλυμμα τη̃ς θύρας τη̃ς σκηνη̃ς
32 καὶ τοὺς στύλους τη̃ς αὐλη̃ς κύκλω̨ καὶ αἱ βάσεις αὐτω̃ν καὶ τοὺς στύλους του̃ καταπετάσματος τη̃ς πύλης τη̃ς αὐλη̃ς καὶ τὰς βάσεις αὐτω̃ν καὶ τοὺς πασσάλους αὐτω̃ν καὶ τοὺς κάλους αὐτω̃ν καὶ πάντα τὰ σκεύη αὐτω̃ν καὶ πάντα τὰ λειτουργήματα αὐτω̃ν ἐξ ὀνομάτων ἐπισκέψασθε αὐτοὺς καὶ πάντα τὰ σκεύη τη̃ς φυλακη̃ς τω̃ν αἰρομένων ὑπ' αὐτω̃ν
33 αὕτη ἡ λειτουργία δήμου υἱω̃ν Μεραρι ἐν πα̃σιν τοι̃ς ἔργοις αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἐν χειρὶ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως
34 καὶ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς υἱοὺς Κααθ κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
35 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
36 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν δισχίλιοι διακόσιοι πεντήκοντα
37 αὕτη ἡ ἐπίσκεψις δήμου Κααθ πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καθὰ ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
38 καὶ ἐπεσκέπησαν υἱοὶ Γεδσων κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
39 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν καὶ ποιει̃ν τὰ ἔργα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
40 καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν δισχίλιοι ἑξακόσιοι τριάκοντα
41 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Γεδσων πα̃ς ὁ λειτουργω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
42 ἐπεσκέπησαν δὲ καὶ δη̃μος υἱω̃ν Μεραρι κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν
43 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος λειτουργει̃ν πρὸς τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
44 καὶ ἐγενήθη ἡ ἐπίσκεψις αὐτω̃ν κατὰ δήμους αὐτω̃ν κατ' οἴκους πατριω̃ν αὐτω̃ν τρισχίλιοι καὶ διακόσιοι
45 αὕτη ἡ ἐπίσκεψις δήμου υἱω̃ν Μεραρι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων διὰ φωνη̃ς κυρίου ἐν χειρὶ Μωυση̃
46 πάντες οἱ ἐπεσκεμμένοι οὓς ἐπεσκέψατο Μωυση̃ς καὶ Ααρων καὶ οἱ ἄρχοντες Ισραηλ τοὺς Λευίτας κατὰ δήμους κατ' οἴκους πατριω̃ν αὐτω̃ν
47 ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω ἕως πεντηκονταετου̃ς πα̃ς ὁ εἰσπορευόμενος πρὸς τὸ ἔργον τω̃ν ἔργων καὶ τὰ ἔργα τὰ αἰρόμενα ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
48 καὶ ἐγενήθησαν οἱ ἐπισκεπέντες ὀκτακισχίλιοι πεντακόσιοι ὀγδοήκοντα
49 διὰ φωνη̃ς κυρίου ἐπεσκέψατο αὐτοὺς ἐν χειρὶ Μωυση̃ ἄνδρα κατ' ἄνδρα ἐπὶ τω̃ν ἔργων αὐτω̃ν καὶ ἐπὶ ὡ̃ν αἴρουσιν αὐτοί καὶ ἐπεσκέπησαν ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃

ΑΡΙΘΜΟΙ, κεφαλίς 5

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 πρόσταξον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐξαποστειλάτωσαν ἐκ τη̃ς παρεμβολη̃ς πάντα λεπρὸν καὶ πάντα γονορρυη̃ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχη̨̃
3 ἀπὸ ἀρσενικου̃ ἕως θηλυκου̃ ἐξαποστείλατε ἔξω τη̃ς παρεμβολη̃ς καὶ οὐ μὴ μιανου̃σιν τὰς παρεμβολὰς αὐτω̃ν ἐν οἱ̃ς ἐγὼ καταγίνομαι ἐν αὐτοι̃ς
4 καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τη̃ς παρεμβολη̃ς καθὰ ἐλάλησεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
6 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἀνὴρ ἢ γυνή ὅστις ἐὰν ποιήση̨ ἀπὸ τω̃ν ἁμαρτιω̃ν τω̃ν ἀνθρωπίνων καὶ παριδὼν παρίδη̨ καὶ πλημμελήση̨ ἡ ψυχὴ ἐκείνη
7 ἐξαγορεύσει τὴν ἁμαρτίαν ἣν ἐποίησεν καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτου̃ προσθήσει ἐπ' αὐτὸ καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτω̨̃
8 ἐὰν δὲ μὴ ἠ̨̃ τω̨̃ ἀνθρώπω̨ ὁ ἀγχιστεύων ὥστε ἀποδου̃ναι αὐτω̨̃ τὸ πλημμέλημα πρὸς αὐτόν τὸ πλημμέλημα τὸ ἀποδιδόμενον κυρίω̨ τω̨̃ ἱερει̃ ἔσται πλὴν του̃ κριου̃ του̃ ἱλασμου̃ δι' οὑ̃ ἐξιλάσεται ἐν αὐτω̨̃ περὶ αὐτου̃
9 καὶ πα̃σα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοι̃ς Ισραηλ ὅσα ἂν προσφέρωσιν τω̨̃ κυρίω̨ τω̨̃ ἱερει̃ αὐτω̨̃ ἔσται
10 καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτου̃ ἔσται ἀνὴρ ὃς ἐὰν δω̨̃ τω̨̃ ἱερει̃ αὐτω̨̃ ἔσται
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
12 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἀνδρὸς ἀνδρὸς ἐὰν παραβη̨̃ ἡ γυνὴ αὐτου̃ καὶ παρίδη̨ αὐτὸν ὑπεριδου̃σα
13 καὶ κοιμηθη̨̃ τις μετ' αὐτη̃ς κοίτην σπέρματος καὶ λάθη̨ ἐξ ὀφθαλμω̃ν του̃ ἀνδρὸς αὐτη̃ς καὶ κρύψη̨ αὐτὴ δὲ ἠ̨̃ μεμιαμμένη καὶ μάρτυς μὴ ἠ̃ν μετ' αὐτη̃ς καὶ αὐτὴ μὴ ἠ̨̃ συνειλημμένη
14 καὶ ἐπέλθη̨ αὐτω̨̃ πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ αὐτὴ δὲ μεμίανται ἢ ἐπέλθη̨ αὐτω̨̃ πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ αὐτὴ δὲ μὴ ἠ̨̃ μεμιαμμένη
15 καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναι̃κα αὐτου̃ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δω̃ρον περὶ αὐτη̃ς τὸ δέκατον του̃ οιφι ἄλευρον κρίθινον οὐκ ἐπιχεει̃ ἐπ' αὐτὸ ἔλαιον οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον ἔστιν γὰρ θυσία ζηλοτυπίας θυσία μνημοσύνου ἀναμιμνήσκουσα ἁμαρτίαν
16 καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι κυρίου
17 καὶ λήμψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζω̃ν ἐν ἀγγείω̨ ὀστρακίνω̨ καὶ τη̃ς γη̃ς τη̃ς οὔσης ἐπὶ του̃ ἐδάφους τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλει̃ εἰς τὸ ὕδωρ
18 καὶ στήσει ὁ ἱερεὺς τὴν γυναι̃κα ἔναντι κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τη̃ς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χει̃ρας αὐτη̃ς τὴν θυσίαν του̃ μνημοσύνου τὴν θυσίαν τη̃ς ζηλοτυπίας ἐν δὲ τη̨̃ χειρὶ του̃ ἱερέως ἔσται τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου τούτου
19 καὶ ὁρκιει̃ αὐτὴν ὁ ἱερεὺς καὶ ἐρει̃ τη̨̃ γυναικί εἰ μὴ κεκοίμηταί τις μετὰ σου̃ εἰ μὴ παραβέβηκας μιανθη̃ναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτη̃ς ἀθώ̨α ἴσθι ἀπὸ του̃ ὕδατος του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου τούτου
20 εἰ δὲ σὺ παραβέβηκας ὑπ' ἀνδρὸς οὐ̃σα ἢ μεμίανσαι καὶ ἔδωκέν τις τὴν κοίτην αὐτου̃ ἐν σοὶ πλὴν του̃ ἀνδρός σου
21 καὶ ὁρκιει̃ ὁ ἱερεὺς τὴν γυναι̃κα ἐν τοι̃ς ὅρκοις τη̃ς ἀρα̃ς ταύτης καὶ ἐρει̃ ὁ ἱερεὺς τη̨̃ γυναικί δώ̨η κύριός σε ἐν ἀρα̨̃ καὶ ἐνόρκιον ἐν μέσω̨ του̃ λαου̃ σου ἐν τω̨̃ δου̃ναι κύριον τὸν μηρόν σου διαπεπτωκότα καὶ τὴν κοιλίαν σου πεπρησμένην
22 καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον του̃το εἰς τὴν κοιλίαν σου πρη̃σαι γαστέρα καὶ διαπεσει̃ν μηρόν σου καὶ ἐρει̃ ἡ γυνή γένοιτο γένοιτο
23 καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου
24 καὶ ποτιει̃ τὴν γυναι̃κα τὸ ὕδωρ του̃ ἐλεγμου̃ του̃ ἐπικαταρωμένου καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον του̃ ἐλεγμου̃
25 καὶ λήμψεται ὁ ἱερεὺς ἐκ χειρὸς τη̃ς γυναικὸς τὴν θυσίαν τη̃ς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον
26 καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τη̃ς θυσίας τὸ μνημόσυνον αὐτη̃ς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταυ̃τα ποτιει̃ τὴν γυναι̃κα τὸ ὕδωρ
27 καὶ ἔσται ἐὰν ἠ̨̃ μεμιαμμένη καὶ λήθη̨ λάθη̨ τὸν ἄνδρα αὐτη̃ς καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ του̃ ἐλεγμου̃ τὸ ἐπικαταρώμενον καὶ πρησθήσεται τὴν κοιλίαν καὶ διαπεσει̃ται ὁ μηρὸς αὐτη̃ς καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν ἐν τω̨̃ λαω̨̃ αὐτη̃ς
28 ἐὰν δὲ μὴ μιανθη̨̃ ἡ γυνὴ καὶ καθαρὰ ἠ̨̃ καὶ ἀθώ̨α ἔσται καὶ ἐκσπερματιει̃ σπέρμα
29 οὑ̃τος ὁ νόμος τη̃ς ζηλοτυπίας ὡ̨̃ ἐὰν παραβη̨̃ ἡ γυνὴ ὑπ' ἀνδρὸς οὐ̃σα καὶ μιανθη̨̃
30 ἢ ἄνθρωπος ὡ̨̃ ἐὰν ἐπέλθη̨ ἐπ' αὐτὸν πνευ̃μα ζηλώσεως καὶ ζηλώση̨ τὴν γυναι̃κα αὐτου̃ καὶ στήσει τὴν γυναι̃κα αὐτου̃ ἔναντι κυρίου καὶ ποιήσει αὐτη̨̃ ὁ ἱερεὺς πάντα τὸν νόμον του̃τον
31 καὶ ἀθω̨̃ος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας καὶ ἡ γυνὴ ἐκείνη λήμψεται τὴν ἁμαρτίαν αὐτη̃ς

ΑΡΙΘΜΟΙ, κεφαλίς 6

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἀνὴρ ἢ γυνή ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίω̨
3 ἀπὸ οἴνου καὶ σικερα ἁγνισθήσεται ἀπὸ οἴνου καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σικερα οὐ πίεται καὶ ὅσα κατεργάζεται ἐκ σταφυλη̃ς οὐ πίεται καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται
4 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς αὐτου̃ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου οἰ̃νον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται
5 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς του̃ ἁγνισμου̃ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ἕως ἂν πληρωθω̃σιν αἱ ἡμέραι ὅσας ηὔξατο κυρίω̨ ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλη̃ς
6 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς κυρίω̨ ἐπὶ πάση̨ ψυχη̨̃ τετελευτηκυία̨ οὐκ εἰσελεύσεται
7 ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ' ἀδελφω̨̃ καὶ ἐπ' ἀδελφη̨̃ οὐ μιανθήσεται ἐπ' αὐτοι̃ς ἀποθανόντων αὐτω̃ν ὅτι εὐχὴ θεου̃ αὐτου̃ ἐπ' αὐτω̨̃ ἐπὶ κεφαλη̃ς αὐτου̃
8 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς αὐτου̃ ἅγιος ἔσται κυρίω̨
9 ἐὰν δέ τις ἀποθάνη̨ ἐξάπινα ἐπ' αὐτω̨̃ παραχρη̃μα μιανθήσεται ἡ κεφαλὴ εὐχη̃ς αὐτου̃ καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτου̃ ἡ̨̃ ἂν ἡμέρα̨ καθαρισθη̨̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ξυρηθήσεται
10 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ οἴσει δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν πρὸς τὸν ἱερέα ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
11 καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ ὡ̃ν ἥμαρτεν περὶ τη̃ς ψυχη̃ς καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨
12 ἡ̨̃ ἡγιάσθη κυρίω̨ τὰς ἡμέρας τη̃ς εὐχη̃ς καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται ὅτι ἐμιάνθη κεφαλὴ εὐχη̃ς αὐτου̃
13 καὶ οὑ̃τος ὁ νόμος του̃ εὐξαμένου ἡ̨̃ ἂν ἡμέρα̨ πληρώση̨ ἡμέρας εὐχη̃ς αὐτου̃ προσοίσει αὐτὸς παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
14 καὶ προσάξει τὸ δω̃ρον αὐτου̃ κυρίω̨ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον
15 καὶ κανου̃ν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίω̨ καὶ θυσία αὐτω̃ν καὶ σπονδὴ αὐτω̃ν
16 καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτου̃ καὶ τὸ ὁλοκαύτωμα αὐτου̃
17 καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου κυρίω̨ ἐπὶ τω̨̃ κανω̨̃ τω̃ν ἀζύμων καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτου̃ καὶ τὴν σπονδὴν αὐτου̃
18 καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου τὴν κεφαλὴν τη̃ς εὐχη̃ς αὐτου̃ καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πυ̃ρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν του̃ σωτηρίου
19 καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ του̃ κριου̃ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ του̃ κανου̃ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιθήσει ἐπὶ τὰς χει̃ρας του̃ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτου̃
20 καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι κυρίου ἅγιον ἔσται τω̨̃ ἱερει̃ ἐπὶ του̃ στηθυνίου του̃ ἐπιθέματος καὶ ἐπὶ του̃ βραχίονος του̃ ἀφαιρέματος καὶ μετὰ ταυ̃τα πίεται ὁ ηὐγμένος οἰ̃νον
21 οὑ̃τος ὁ νόμος του̃ εὐξαμένου ὃς ἂν εὔξηται κυρίω̨ δω̃ρον αὐτου̃ κυρίω̨ περὶ τη̃ς εὐχη̃ς χωρὶς ὡ̃ν ἂν εὕρη̨ ἡ χεὶρ αὐτου̃ κατὰ δύναμιν τη̃ς εὐχη̃ς αὐτου̃ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας
22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
23 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοι̃ς καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς
24 εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε
25 ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτου̃ ἐπὶ σὲ καὶ ἐλεήσαι σε
26 ἐπάραι κύριος τὸ πρόσωπον αὐτου̃ ἐπὶ σὲ καὶ δώ̨η σοι εἰρήνην

ΑΡΙΘΜΟΙ, κεφαλίς 7

1 καὶ ἐγένετο ἡ̨̃ ἡμέρα̨ συνετέλεσεν Μωυση̃ς ὥστε ἀναστη̃σαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτη̃ς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτου̃ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά
2 καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριω̃ν αὐτω̃ν οὑ̃τοι ἄρχοντες φυλω̃ν οὑ̃τοι οἱ παρεστηκότες ἐπὶ τη̃ς ἐπισκοπη̃ς
3 καὶ ἤνεγκαν τὰ δω̃ρα αὐτω̃ν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τη̃ς σκηνη̃ς
4 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν λέγων
5 λαβὲ παρ' αὐτω̃ν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ δώσεις αὐτὰ τοι̃ς Λευίταις ἑκάστω̨ κατὰ τὴν αὐτου̃ λειτουργίαν
6 καὶ λαβὼν Μωυση̃ς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοι̃ς Λευίταις
7 τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοι̃ς υἱοι̃ς Γεδσων κατὰ τὰς λειτουργίας αὐτω̃ν
8 καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοι̃ς υἱοι̃ς Μεραρι κατὰ τὰς λειτουργίας αὐτω̃ν διὰ Ιθαμαρ υἱου̃ Ααρων του̃ ἱερέως
9 καὶ τοι̃ς υἱοι̃ς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα του̃ ἁγίου ἔχουσιν ἐπ' ὤμων ἀρου̃σιν
10 καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου ἐν τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δω̃ρα αὐτω̃ν ἀπέναντι του̃ θυσιαστηρίου
11 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἄρχων εἱ̃ς καθ' ἡμέραν ἄρχων καθ' ἡμέραν προσοίσουσιν τὰ δω̃ρα αὐτω̃ν εἰς τὸν ἐγκαινισμὸν του̃ θυσιαστηρίου
12 καὶ ἠ̃ν ὁ προσφέρων τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ τὸ δω̃ρον αὐτου̃ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τη̃ς φυλη̃ς Ιουδα
13 καὶ προσήνεγκεν τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
14 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
15 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
16 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
17 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ναασσων υἱου̃ Αμιναδαβ
18 τη̨̃ ἡμέρα̨ τη̨̃ δευτέρα̨ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τη̃ς φυλη̃ς Ισσαχαρ
19 καὶ προσήνεγκεν τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
20 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
21 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
22 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
23 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ναθαναηλ υἱου̃ Σωγαρ
24 τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ ἄρχων τω̃ν υἱω̃ν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
25 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
26 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
27 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
28 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
29 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελιαβ υἱου̃ Χαιλων
30 τη̨̃ ἡμέρα̨ τη̨̃ τετάρτη̨ ἄρχων τω̃ν υἱω̃ν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
31 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
32 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
33 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
34 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
35 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισουρ υἱου̃ Σεδιουρ
36 τη̨̃ ἡμέρα̨ τη̨̃ πέμπτη̨ ἄρχων τω̃ν υἱω̃ν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
37 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
38 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
39 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
40 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
41 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Σαλαμιηλ υἱου̃ Σουρισαδαι
42 τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ ἄρχων τω̃ν υἱω̃ν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
43 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
44 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
45 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
46 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
47 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισαφ υἱου̃ Ραγουηλ
48 τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἄρχων τω̃ν υἱω̃ν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
49 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
50 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
51 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
52 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
53 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Ελισαμα υἱου̃ Εμιουδ
54 τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ ἄρχων τω̃ν υἱω̃ν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
55 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
56 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
57 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
58 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
59 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Γαμαλιηλ υἱου̃ Φαδασσουρ
60 τη̨̃ ἡμέρα̨ τη̨̃ ἐνάτη̨ ἄρχων τω̃ν υἱω̃ν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
61 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
62 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
63 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
64 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
65 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αβιδαν υἱου̃ Γαδεωνι
66 τη̨̃ ἡμέρα̨ τη̨̃ δεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
67 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
68 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
69 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
70 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
71 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αχιεζερ υἱου̃ Αμισαδαι
72 τη̨̃ ἡμέρα̨ τη̨̃ ἑνδεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
73 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
74 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
75 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
76 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
77 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Φαγαιηλ υἱου̃ Εχραν
78 τη̨̃ ἡμέρα̨ τη̨̃ δωδεκάτη̨ ἄρχων τω̃ν υἱω̃ν Νεφθαλι Αχιρε υἱὸς Αιναν
79 τὸ δω̃ρον αὐτου̃ τρυβλίον ἀργυρου̃ν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτου̃ φιάλην μίαν ἀργυρα̃ν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίω̨ εἰς θυσίαν
80 θυίσκην μίαν δέκα χρυσω̃ν πλήρη θυμιάματος
81 μόσχον ἕνα ἐκ βοω̃ν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
82 καὶ χίμαρον ἐξ αἰγω̃ν ἕνα περὶ ἁμαρτίας
83 καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε του̃το τὸ δω̃ρον Αχιρε υἱου̃ Αιναν
84 οὑ̃τος ὁ ἐγκαινισμὸς του̃ θυσιαστηρίου ἡ̨̃ ἡμέρα̨ ἔχρισεν αὐτό παρὰ τω̃ν ἀρχόντων τω̃ν υἱω̃ν Ισραηλ τρυβλία ἀργυρα̃ δώδεκα φιάλαι ἀργυραι̃ δώδεκα θυίσκαι χρυσαι̃ δώδεκα
85 τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πα̃ν τὸ ἀργύριον τω̃ν σκευω̃ν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τω̨̃ σίκλω̨ τω̨̃ ἁγίω̨
86 θυίσκαι χρυσαι̃ δώδεκα πλήρεις θυμιάματος πα̃ν τὸ χρυσίον τω̃ν θυισκω̃ν εἴκοσι καὶ ἑκατὸν χρυσοι̃
87 πα̃σαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτω̃ν καὶ αἱ σπονδαὶ αὐτω̃ν καὶ χίμαροι ἐξ αἰγω̃ν δώδεκα περὶ ἁμαρτίας
88 πα̃σαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις του̃ θυσιαστηρίου μετὰ τὸ πληρω̃σαι τὰς χει̃ρας αὐτου̃ καὶ μετὰ τὸ χρι̃σαι αὐτόν
89 ἐν τω̨̃ εἰσπορεύεσθαι Μωυση̃ν εἰς τὴν σκηνὴν του̃ μαρτυρίου λαλη̃σαι αὐτω̨̃ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλου̃ντος πρὸς αὐτὸν ἄνωθεν του̃ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τη̃ς κιβωτου̃ του̃ μαρτυρίου ἀνὰ μέσον τω̃ν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν

ΑΡΙΘΜΟΙ, κεφαλίς 8

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 λάλησον τω̨̃ Ααρων καὶ ἐρει̃ς πρὸς αὐτόν ὅταν ἐπιτιθη̨̃ς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τη̃ς λυχνίας φωτιου̃σιν οἱ ἑπτὰ λύχνοι
3 καὶ ἐποίησεν οὕτως Ααρων ἐκ του̃ ἑνὸς μέρους κατὰ πρόσωπον τη̃ς λυχνίας ἐξη̃ψεν τοὺς λύχνους αὐτη̃ς καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃
4 καὶ αὕτη ἡ κατασκευὴ τη̃ς λυχνίας στερεὰ χρυση̃ ὁ καυλὸς αὐτη̃ς καὶ τὰ κρίνα αὐτη̃ς στερεὰ ὅλη κατὰ τὸ εἰ̃δος ὃ ἔδειξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησεν τὴν λυχνίαν
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
6 λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱω̃ν Ισραηλ καὶ ἀφαγνιει̃ς αὐτούς
7 καὶ οὕτως ποιήσεις αὐτοι̃ς τὸν ἁγνισμὸν αὐτω̃ν περιρρανει̃ς αὐτοὺς ὕδωρ ἁγνισμου̃ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πα̃ν τὸ σω̃μα αὐτω̃ν καὶ πλυνου̃σιν τὰ ἱμάτια αὐτω̃ν καὶ καθαροὶ ἔσονται
8 καὶ λήμψονται μόσχον ἕνα ἐκ βοω̃ν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίω̨ καὶ μόσχον ἐνιαύσιον ἐκ βοω̃ν λήμψη̨ περὶ ἁμαρτίας
9 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ συνάξεις πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ
10 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τοὺς Λευίτας
11 καὶ ἀφοριει̃ Ααρων τοὺς Λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου
12 οἱ δὲ Λευι̃ται ἐπιθήσουσιν τὰς χει̃ρας ἐπὶ τὰς κεφαλὰς τω̃ν μόσχων καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίω̨ ἐξιλάσασθαι περὶ αὐτω̃ν
13 καὶ στήσεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἔναντι Ααρων καὶ ἔναντι τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου
14 καὶ διαστελει̃ς τοὺς Λευίτας ἐκ μέσου υἱω̃ν Ισραηλ καὶ ἔσονται ἐμοί
15 καὶ μετὰ ταυ̃τα εἰσελεύσονται οἱ Λευι̃ται ἐργάζεσθαι τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ καθαριει̃ς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου
16 ὅτι ἀπόδομα ἀποδεδομένοι οὑ̃τοί μοί εἰσιν ἐκ μέσου υἱω̃ν Ισραηλ ἀντὶ τω̃ν διανοιγόντων πα̃σαν μήτραν πρωτοτόκων πάντων ἐκ τω̃ν υἱω̃ν Ισραηλ εἴληφα αὐτοὺς ἐμοί
17 ὅτι ἐμοὶ πα̃ν πρωτότοκον ἐν υἱοι̃ς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἡ̨̃ ἡμέρα̨ ἐπάταξα πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἡγίασα αὐτοὺς ἐμοὶ
18 καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοι̃ς Ισραηλ
19 καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἐκ μέσου υἱω̃ν Ισραηλ ἐργάζεσθαι τὰ ἔργα τω̃ν υἱω̃ν Ισραηλ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τω̃ν υἱω̃ν Ισραηλ καὶ οὐκ ἔσται ἐν τοι̃ς υἱοι̃ς Ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια
20 καὶ ἐποίησεν Μωυση̃ς καὶ Ααρων καὶ πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ τοι̃ς Λευίταις καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ περὶ τω̃ν Λευιτω̃ν οὕτως ἐποίησαν αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ
21 καὶ ἡγνίσαντο οἱ Λευι̃ται καὶ ἐπλύναντο τὰ ἱμάτια καὶ ἀπέδωκεν αὐτοὺς Ααρων ἀπόδομα ἔναντι κυρίου καὶ ἐξιλάσατο περὶ αὐτω̃ν Ααρων ἀφαγνίσασθαι αὐτούς
22 καὶ μετὰ ταυ̃τα εἰση̃λθον οἱ Λευι̃ται λειτουργει̃ν τὴν λειτουργίαν αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τω̃ν υἱω̃ν αὐτου̃ καθὼς συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ περὶ τω̃ν Λευιτω̃ν οὕτως ἐποίησαν αὐτοι̃ς
23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
24 του̃τό ἐστιν τὸ περὶ τω̃ν Λευιτω̃ν ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου
25 καὶ ἀπὸ πεντηκονταετου̃ς ἀποστήσεται ἀπὸ τη̃ς λειτουργίας καὶ οὐκ ἐργα̃ται ἔτι
26 καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου φυλάσσειν φυλακάς ἔργα δὲ οὐκ ἐργα̃ται οὕτως ποιήσεις τοι̃ς Λευίταις ἐν ται̃ς φυλακαι̃ς αὐτω̃ν

ΑΡΙΘΜΟΙ, κεφαλίς 9

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ λέγων
2 εἰπὸν καὶ ποιείτωσαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα καθ' ὥραν αὐτου̃
3 τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς κατὰ τὸν νόμον αὐτου̃ καὶ κατὰ τὴν σύγκρισιν αὐτου̃ ποιήσεις αὐτό
4 καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ποιη̃σαι τὸ πασχα
5 ἐναρχομένου τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἐν τη̨̃ ἐρήμω̨ του̃ Σινα καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
6 καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἠ̃σαν ἀκάθαρτοι ἐπὶ ψυχη̨̃ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιη̃σαι τὸ πασχα ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ προση̃λθον ἐναντίον Μωυση̃ καὶ Ααρων ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨
7 καὶ εἰ̃παν οἱ ἄνδρες ἐκει̃νοι πρὸς αὐτόν ἡμει̃ς ἀκάθαρτοι ἐπὶ ψυχη̨̃ ἀνθρώπου μὴ οὐ̃ν ὑστερήσωμεν προσενέγκαι τὸ δω̃ρον κυρίω̨ κατὰ καιρὸν αὐτου̃ ἐν μέσω̨ υἱω̃ν Ισραηλ
8 καὶ εἰ̃πεν πρὸς αὐτοὺς Μωυση̃ς στη̃τε αὐτου̃ καὶ ἀκούσομαι τί ἐντελει̃ται κύριος περὶ ὑμω̃ν
9 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
10 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχη̨̃ ἀνθρώπου ἢ ἐν ὁδω̨̃ μακρὰν ὑμι̃ν ἢ ἐν ται̃ς γενεαι̃ς ὑμω̃ν καὶ ποιήσει τὸ πασχα κυρίω̨
11 ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐν τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό ἐπ' ἀζύμων καὶ πικρίδων φάγονται αὐτό
12 οὐ καταλείψουσιν ἀπ' αὐτου̃ εἰς τὸ πρωὶ καὶ ὀστου̃ν οὐ συντρίψουσιν ἀπ' αὐτου̃ κατὰ τὸν νόμον του̃ πασχα ποιήσουσιν αὐτό
13 καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ἠ̨̃ καὶ ἐν ὁδω̨̃ μακρα̨̃ οὐκ ἔστιν καὶ ὑστερήση̨ ποιη̃σαι τὸ πασχα ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς ὅτι τὸ δω̃ρον κυρίω̨ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτου̃ ἁμαρτίαν αὐτου̃ λήμψεται ὁ ἄνθρωπος ἐκει̃νος
14 ἐὰν δὲ προσέλθη̨ πρὸς ὑμα̃ς προσήλυτος ἐν τη̨̃ γη̨̃ ὑμω̃ν καὶ ποιήσει τὸ πασχα κυρίω̨ κατὰ τὸν νόμον του̃ πασχα καὶ κατὰ τὴν σύνταξιν αὐτου̃ ποιήσει αὐτό νόμος εἱ̃ς ἔσται ὑμι̃ν καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ αὐτόχθονι τη̃ς γη̃ς
15 καὶ τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐστάθη ἡ σκηνή ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν τὸν οἰ̃κον του̃ μαρτυρίου καὶ τὸ ἑσπέρας ἠ̃ν ἐπὶ τη̃ς σκηνη̃ς ὡς εἰ̃δος πυρὸς ἕως πρωί
16 οὕτως ἐγίνετο διὰ παντός ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἰ̃δος πυρὸς τὴν νύκτα
17 καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τη̃ς σκηνη̃ς καὶ μετὰ ταυ̃τα ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ ἐν τω̨̃ τόπω̨ οὑ̃ ἂν ἔστη ἡ νεφέλη ἐκει̃ παρενέβαλον οἱ υἱοὶ Ισραηλ
18 διὰ προστάγματος κυρίου παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ καὶ διὰ προστάγματος κυρίου ἀπαρου̃σιν πάσας τὰς ἡμέρας ἐν αἱ̃ς σκιάζει ἡ νεφέλη ἐπὶ τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ
19 καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τη̃ς σκηνη̃ς ἡμέρας πλείους καὶ φυλάξονται οἱ υἱοὶ Ισραηλ τὴν φυλακὴν του̃ θεου̃ καὶ οὐ μὴ ἐξάρωσιν
20 καὶ ἔσται ὅταν σκεπάση̨ ἡ νεφέλη ἡμέρας ἀριθμω̨̃ ἐπὶ τη̃ς σκηνη̃ς διὰ φωνη̃ς κυρίου παρεμβαλου̃σιν καὶ διὰ προστάγματος κυρίου ἀπαρου̃σιν
21 καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως πρωὶ καὶ ἀναβη̨̃ ἡ νεφέλη τὸ πρωί καὶ ἀπαρου̃σιν ἡμέρας ἢ νυκτός
22 μηνὸς ἡμέρας πλεοναζούσης τη̃ς νεφέλης σκιαζούσης ἐπ' αὐτη̃ς παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ καὶ οὐ μὴ ἀπάρωσιν
23 ὅτι διὰ προστάγματος κυρίου ἀπαρου̃σιν τὴν φυλακὴν κυρίου ἐφυλάξαντο διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυση̃

ΑΡΙΘΜΟΙ, κεφαλίς 10,  στἰχοι 1-10

1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
2 ποίησον σεαυτω̨̃ δύο σάλπιγγας ἀργυρα̃ς ἐλατὰς ποιήσεις αὐτάς καὶ ἔσονταί σοι ἀνακαλει̃ν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς
3 καὶ σαλπίσεις ἐν αὐται̃ς καὶ συναχθήσεται πα̃σα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τη̃ς σκηνη̃ς του̃ μαρτυρίου
4 ἐὰν δὲ ἐν μια̨̃ σαλπίσωσιν προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ισραηλ
5 καὶ σαλπιει̃τε σημασίαν καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς
6 καὶ σαλπιει̃τε σημασίαν δευτέραν καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα καὶ σαλπιει̃τε σημασίαν τρίτην καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν καὶ σαλπιει̃τε σημασίαν τετάρτην καὶ ἐξαρου̃σιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρα̃ν σημασία̨ σαλπιου̃σιν ἐν τη̨̃ ἐξάρσει αὐτω̃ν
7 καὶ ὅταν συναγάγητε τὴν συναγωγήν σαλπιει̃τε καὶ οὐ σημασία̨
8 καὶ οἱ υἱοὶ Ααρων οἱ ἱερει̃ς σαλπιου̃σιν ται̃ς σάλπιγξιν καὶ ἔσται ὑμι̃ν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμω̃ν
9 ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τη̨̃ γη̨̃ ὑμω̃ν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμι̃ν καὶ σημανει̃τε ται̃ς σάλπιγξιν καὶ ἀναμνησθήσεσθε ἔναντι κυρίου καὶ διασωθήσεσθε ἀπὸ τω̃ν ἐχθρω̃ν ὑμω̃ν
10 καὶ ἐν ται̃ς ἡμέραις τη̃ς εὐφροσύνης ὑμω̃ν καὶ ἐν ται̃ς ἑορται̃ς ὑμω̃ν καὶ ἐν ται̃ς νουμηνίαις ὑμω̃ν σαλπιει̃τε ται̃ς σάλπιγξιν ἐπὶ τοι̃ς ὁλοκαυτώμασιν καὶ ἐπὶ ται̃ς θυσίαις τω̃ν σωτηρίων ὑμω̃ν καὶ ἔσται ὑμι̃ν ἀνάμνησις ἔναντι του̃ θεου̃ ὑμω̃ν ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
Читать далее:ΑΡΙΘΜΟΙ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).