1 καὶ ἤκουσεν ὁ Χανανις βασιλεὺς Αραδ ὁ κατοικω̃ν κατὰ τὴν ἔρημον ἠ̃λθεν γὰρ Ισραηλ ὁδὸν Αθαριν καὶ ἐπολέμησεν πρὸς Ισραηλ καὶ κατεπρονόμευσαν ἐξ αὐτω̃ν αἰχμαλωσίαν |
2 καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίω̨ καὶ εἰ̃πεν ἐάν μοι παραδω̨̃ς τὸν λαὸν του̃τον ὑποχείριον ἀναθεματιω̃ αὐτὸν καὶ τὰς πόλεις αὐτου̃ |
3 καὶ εἰσήκουσεν κύριος τη̃ς φωνη̃ς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτου̃ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτου̃ καὶ ἐπεκάλεσαν τὸ ὄνομα του̃ τόπου ἐκείνου ἀνάθεμα |
4 καὶ ἀπάραντες ἐξ Ωρ του̃ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γη̃ν Εδωμ καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τη̨̃ ὁδω̨̃ |
5 καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν θεὸν καὶ κατὰ Μωυση̃ λέγοντες ἵνα τί ἐξήγαγες ἡμα̃ς ἐξ Αἰγύπτου ἀποκτει̃ναι ἡμα̃ς ἐν τη̨̃ ἐρήμω̨ ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ ἡ δὲ ψυχὴ ἡμω̃ν προσώχθισεν ἐν τω̨̃ ἄρτω̨ τω̨̃ διακένω̨ |
6 καὶ ἀπέστειλεν κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατου̃ντας καὶ ἔδακνον τὸν λαόν καὶ ἀπέθανεν λαὸς πολὺς τω̃ν υἱω̃ν Ισραηλ |
7 καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυση̃ν ἔλεγον ὅτι ἡμάρτομεν ὅτι κατελαλήσαμεν κατὰ του̃ κυρίου καὶ κατὰ σου̃ εὐ̃ξαι οὐ̃ν πρὸς κύριον καὶ ἀφελέτω ἀφ' ἡμω̃ν τὸν ὄφιν καὶ ηὔξατο Μωυση̃ς πρὸς κύριον περὶ του̃ λαου̃ |
8 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ποίησον σεαυτω̨̃ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου καὶ ἔσται ἐὰν δάκη̨ ὄφις ἄνθρωπον πα̃ς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται |
9 καὶ ἐποίησεν Μωυση̃ς ὄφιν χαλκου̃ν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκου̃ν καὶ ἔζη |
10 καὶ ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν Ωβωθ |
11 καὶ ἐξάραντες ἐξ Ωβωθ παρενέβαλον ἐν Αχελγαι ἐκ του̃ πέραν ἐν τη̨̃ ἐρήμω̨ ἥ ἐστιν κατὰ πρόσωπον Μωαβ κατὰ ἀνατολὰς ἡλίου |
12 ἐκει̃θεν ἀπη̃ραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρετ |
13 καὶ ἐκει̃θεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Αρνων ἐν τη̨̃ ἐρήμω̨ τὸ ἐξέχον ἀπὸ τω̃ν ὁρίων τω̃ν Αμορραίων ἔστιν γὰρ Αρνων ὅρια Μωαβ ἀνὰ μέσον Μωαβ καὶ ἀνὰ μέσον του̃ Αμορραίου |
14 διὰ του̃το λέγεται ἐν βιβλίω̨ πόλεμος του̃ κυρίου τὴν Ζωοβ ἐφλόγισεν καὶ τοὺς χειμάρρους Αρνων |
15 καὶ τοὺς χειμάρρους κατέστησεν κατοικίσαι Ηρ καὶ πρόσκειται τοι̃ς ὁρίοις Μωαβ |
16 καὶ ἐκει̃θεν τὸ φρέαρ του̃τό ἐστιν τὸ φρέαρ ὃ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν συνάγαγε τὸν λαόν καὶ δώσω αὐτοι̃ς ὕδωρ πιει̃ν |
17 τότε ἠ̨̃σεν Ισραηλ τὸ ἀ̨̃σμα του̃το ἐπὶ του̃ φρέατος ἐξάρχετε αὐτω̨̃ |
18 φρέαρ ὤρυξαν αὐτὸ ἄρχοντες ἐξελατόμησαν αὐτὸ βασιλει̃ς ἐθνω̃ν ἐν τη̨̃ βασιλεία̨ αὐτω̃ν ἐν τω̨̃ κυριευ̃σαι αὐτω̃ν καὶ ἀπὸ φρέατος εἰς Μανθαναιν |
19 καὶ ἀπὸ Μανθαναιν εἰς Νααλιηλ καὶ ἀπὸ Νααλιηλ εἰς Βαμωθ |
20 καὶ ἀπὸ Βαμωθ εἰς νάπην ἥ ἐστιν ἐν τω̨̃ πεδίω̨ Μωαβ ἀπὸ κορυφη̃ς του̃ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τη̃ς ἐρήμου |
21 καὶ ἀπέστειλεν Μωυση̃ς πρέσβεις πρὸς Σηων βασιλέα Αμορραίων λόγοις εἰρηνικοι̃ς λέγων |
22 παρελευσόμεθα διὰ τη̃ς γη̃ς σου τη̨̃ ὁδω̨̃ πορευσόμεθα οὐκ ἐκκλινου̃μεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελω̃να οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου ὁδω̨̃ βασιλικη̨̃ πορευσόμεθα ἕως παρέλθωμεν τὰ ὅριά σου |
23 καὶ οὐκ ἔδωκεν Σηων τω̨̃ Ισραηλ παρελθει̃ν διὰ τω̃ν ὁρίων αὐτου̃ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτου̃ καὶ ἐξη̃λθεν παρατάξασθαι τω̨̃ Ισραηλ εἰς τὴν ἔρημον καὶ ἠ̃λθεν εἰς Ιασσα καὶ παρετάξατο τω̨̃ Ισραηλ |
24 καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνω̨ μαχαίρης καὶ κατεκυρίευσαν τη̃ς γη̃ς αὐτου̃ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱω̃ν Αμμαν ὅτι Ιαζηρ ὅρια υἱω̃ν Αμμων ἐστίν |
25 καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατώ̨κησεν Ισραηλ ἐν πάσαις ται̃ς πόλεσιν τω̃ν Αμορραίων ἐν Εσεβων καὶ ἐν πάσαις ται̃ς συγκυρούσαις αὐτη̨̃ |
26 ἔστιν γὰρ Εσεβων πόλις Σηων του̃ βασιλέως τω̃ν Αμορραίων καὶ οὑ̃τος ἐπολέμησεν βασιλέα Μωαβ τὸ πρότερον καὶ ἔλαβον πα̃σαν τὴν γη̃ν αὐτου̃ ἀπὸ Αροηρ ἕως Αρνων |
27 διὰ του̃το ἐρου̃σιν οἱ αἰνιγματισταί ἔλθετε εἰς Εσεβων ἵνα οἰκοδομηθη̨̃ καὶ κατασκευασθη̨̃ πόλις Σηων |
28 ὅτι πυ̃ρ ἐξη̃λθεν ἐξ Εσεβων φλὸξ ἐκ πόλεως Σηων καὶ κατέφαγεν ἕως Μωαβ καὶ κατέπιεν στήλας Αρνων |
29 οὐαί σοι Μωαβ ἀπώλου λαὸς Χαμως ἀπεδόθησαν οἱ υἱοὶ αὐτω̃ν διασώ̨ζεσθαι καὶ αἱ θυγατέρες αὐτω̃ν αἰχμάλωτοι τω̨̃ βασιλει̃ τω̃ν Αμορραίων Σηων |
30 καὶ τὸ σπέρμα αὐτω̃ν ἀπολει̃ται Εσεβων ἕως Δαιβων καὶ αἱ γυναι̃κες ἔτι προσεξέκαυσαν πυ̃ρ ἐπὶ Μωαβ |
31 κατώ̨κησεν δὲ Ισραηλ ἐν πάσαις ται̃ς πόλεσιν τω̃ν Αμορραίων |
32 καὶ ἀπέστειλεν Μωυση̃ς κατασκέψασθαι τὴν Ιαζηρ καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτη̃ς καὶ ἐξέβαλον τὸν Αμορραι̃ον τὸν κατοικου̃ντα ἐκει̃ |
33 καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασαν καὶ ἐξη̃λθεν Ωγ βασιλεὺς τη̃ς Βασαν εἰς συνάντησιν αὐτοι̃ς καὶ πα̃ς ὁ λαὸς αὐτου̃ εἰς πόλεμον εἰς Εδραϊν |
34 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν μὴ φοβηθη̨̃ς αὐτόν ὅτι εἰς τὰς χει̃ράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτου̃ καὶ πα̃σαν τὴν γη̃ν αὐτου̃ καὶ ποιήσεις αὐτω̨̃ καθὼς ἐποίησας τω̨̃ Σηων βασιλει̃ τω̃ν Αμορραίων ὃς κατώ̨κει ἐν Εσεβων |
35 καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτου̃ καὶ πάντα τὸν λαὸν αὐτου̃ ἕως του̃ μὴ καταλιπει̃ν αὐτου̃ ζωγρείαν καὶ ἐκληρονόμησαν τὴν γη̃ν αὐτω̃ν |