Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 22

καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμω̃ν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω
καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα ὅσα ἐποίησεν Ισραηλ τω̨̃ Αμορραίω̨
καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἠ̃σαν καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱω̃ν Ισραηλ
καὶ εἰ̃πεν Μωαβ τη̨̃ γερουσία̨ Μαδιαμ νυ̃ν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλω̨ ἡμω̃ν ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ του̃ πεδίου καὶ Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἠ̃ν κατὰ τὸν καιρὸν ἐκει̃νον
καὶ ἀπέστειλεν πρέσβεις πρὸς Βαλααμ υἱὸν Βεωρ Φαθουρα ὅ ἐστιν ἐπὶ του̃ ποταμου̃ γη̃ς υἱω̃ν λαου̃ αὐτου̃ καλέσαι αὐτὸν λέγων ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὑ̃τος ἐγκάθηται ἐχόμενός μου
καὶ νυ̃ν δευ̃ρο ἄρασαί μοι τὸν λαὸν του̃τον ὅτι ἰσχύει οὑ̃τος ἢ ἡμει̃ς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτω̃ν καὶ ἐκβαλω̃ αὐτοὺς ἐκ τη̃ς γη̃ς ὅτι οἰ̃δα οὓς ἐὰν εὐλογήση̨ς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράση̨ σύ κεκατήρανται
καὶ ἐπορεύθη ἡ γερουσία Μωαβ καὶ ἡ γερουσία Μαδιαμ καὶ τὰ μαντει̃α ἐν ται̃ς χερσὶν αὐτω̃ν καὶ ἠ̃λθον πρὸς Βαλααμ καὶ εἰ̃παν αὐτω̨̃ τὰ ῥήματα Βαλακ
καὶ εἰ̃πεν πρὸς αὐτούς καταλύσατε αὐτου̃ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμι̃ν πράγματα ἃ ἐὰν λαλήση̨ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες Μωαβ παρὰ Βαλααμ
καὶ ἠ̃λθεν ὁ θεὸς πρὸς Βαλααμ καὶ εἰ̃πεν αὐτω̨̃ τί οἱ ἄνθρωποι οὑ̃τοι παρὰ σοί
10 καὶ εἰ̃πεν Βαλααμ πρὸς τὸν θεόν Βαλακ υἱὸς Σεπφωρ βασιλεὺς Μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων
11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ Αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τη̃ς γη̃ς καὶ οὑ̃τος ἐγκάθηται ἐχόμενός μου καὶ νυ̃ν δευ̃ρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλω̃ αὐτὸν ἀπὸ τη̃ς γη̃ς
12 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Βαλααμ οὐ πορεύση̨ μετ' αὐτω̃ν οὐδὲ καταράση̨ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος
13 καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμω̃ν οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ' ὑμω̃ν
14 καὶ ἀναστάντες οἱ ἄρχοντες Μωαβ ἠ̃λθον πρὸς Βαλακ καὶ εἰ̃παν οὐ θέλει Βαλααμ πορευθη̃ναι μεθ' ἡμω̃ν
15 καὶ προσέθετο Βαλακ ἔτι ἀποστει̃λαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων
16 καὶ ἠ̃λθον πρὸς Βαλααμ καὶ λέγουσιν αὐτω̨̃ τάδε λέγει Βαλακ ὁ του̃ Σεπφωρ ἀξιω̃ σε μὴ ὀκνήση̨ς ἐλθει̃ν πρός με
17 ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπη̨ς ποιήσω σοι καὶ δευ̃ρο ἐπικατάρασαί μοι τὸν λαὸν του̃τον
18 καὶ ἀπεκρίθη Βαλααμ καὶ εἰ̃πεν τοι̃ς ἄρχουσιν Βαλακ ἐὰν δω̨̃ μοι Βαλακ πλήρη τὸν οἰ̃κον αὐτου̃ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβη̃ναι τὸ ῥη̃μα κυρίου του̃ θεου̃ ποιη̃σαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τη̨̃ διανοία̨ μου
19 καὶ νυ̃ν ὑπομείνατε αὐτου̃ καὶ ὑμει̃ς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλη̃σαι πρός με
20 καὶ ἠ̃λθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἰ̃πεν αὐτω̨̃ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὑ̃τοι ἀναστὰς ἀκολούθησον αὐτοι̃ς ἀλλὰ τὸ ῥη̃μα ὃ ἂν λαλήσω πρὸς σέ του̃το ποιήσεις
21 καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτου̃ καὶ ἐπορεύθη μετὰ τω̃ν ἀρχόντων Μωαβ
22 καὶ ὠργίσθη θυμω̨̃ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ὁ ἄγγελος του̃ θεου̃ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τη̃ς ὄνου αὐτου̃ καὶ δύο παι̃δες αὐτου̃ μετ' αὐτου̃
23 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ ἀνθεστηκότα ἐν τη̨̃ ὁδω̨̃ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τη̃ς ὁδου̃ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τη̨̃ ῥάβδω̨ του̃ εὐθυ̃ναι αὐτὴν ἐν τη̨̃ ὁδω̨̃
24 καὶ ἔστη ὁ ἄγγελος του̃ θεου̃ ἐν ται̃ς αὔλαξιν τω̃ν ἀμπέλων φραγμὸς ἐντευ̃θεν καὶ φραγμὸς ἐντευ̃θεν
25 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοι̃χον καὶ ἀπέθλιψεν τὸν πόδα Βαλααμ καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν
26 καὶ προσέθετο ὁ ἄγγελος του̃ θεου̃ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπω̨ στενω̨̃ εἰς ὃν οὐκ ἠ̃ν ἐκκλι̃ναι δεξιὰν οὐδὲ ἀριστεράν
27 καὶ ἰδου̃σα ἡ ὄνος τὸν ἄγγελον του̃ θεου̃ συνεκάθισεν ὑποκάτω Βαλααμ καὶ ἐθυμώθη Βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τη̨̃ ῥάβδω̨
28 καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τη̃ς ὄνου καὶ λέγει τω̨̃ Βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με του̃το τρίτον
29 καὶ εἰ̃πεν Βαλααμ τη̨̃ ὄνω̨ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἰ̃χον μάχαιραν ἐν τη̨̃ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε
30 καὶ λέγει ἡ ὄνος τω̨̃ Βαλααμ οὐκ ἐγὼ ἡ ὄνος σου ἐφ' ἡ̃ς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τη̃ς σήμερον ἡμέρας μὴ ὑπεροράσει ὑπεριδου̃σα ἐποίησά σοι οὕτως ὁ δὲ εἰ̃πεν οὐχί
31 ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς Βαλααμ καὶ ὁρα̨̃ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τη̨̃ ὁδω̨̃ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τη̨̃ χειρὶ αὐτου̃ καὶ κύψας προσεκύνησεν τω̨̃ προσώπω̨ αὐτου̃
32 καὶ εἰ̃πεν αὐτω̨̃ ὁ ἄγγελος του̃ θεου̃ διὰ τί ἐπάταξας τὴν ὄνον σου του̃το τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξη̃λθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου
33 καὶ ἰδου̃σά με ἡ ὄνος ἐξέκλινεν ἀπ' ἐμου̃ τρίτον του̃το καὶ εἰ μὴ ἐξέκλινεν νυ̃ν οὐ̃ν σὲ μὲν ἀπέκτεινα ἐκείνην δὲ περιεποιησάμην
34 καὶ εἰ̃πεν Βαλααμ τω̨̃ ἀγγέλω̨ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τη̨̃ ὁδω̨̃ εἰς συνάντησιν καὶ νυ̃ν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι
35 καὶ εἰ̃πεν ὁ ἄγγελος του̃ θεου̃ πρὸς Βαλααμ συμπορεύθητι μετὰ τω̃ν ἀνθρώπων πλὴν τὸ ῥη̃μα ὃ ἐὰν εἴπω πρὸς σέ του̃το φυλάξη̨ λαλη̃σαι καὶ ἐπορεύθη Βαλααμ μετὰ τω̃ν ἀρχόντων Βαλακ
36 καὶ ἀκούσας Βαλακ ὅτι ἥκει Βαλααμ ἐξη̃λθεν εἰς συνάντησιν αὐτω̨̃ εἰς πόλιν Μωαβ ἥ ἐστιν ἐπὶ τω̃ν ὁρίων Αρνων ὅ ἐστιν ἐκ μέρους τω̃ν ὁρίων
37 καὶ εἰ̃πεν Βαλακ πρὸς Βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμη̃σαί σε
38 καὶ εἰ̃πεν Βαλααμ πρὸς Βαλακ ἰδοὺ ἥκω πρὸς σέ νυ̃ν δυνατὸς ἔσομαι λαλη̃σαί τι τὸ ῥη̃μα ὃ ἐὰν βάλη̨ ὁ θεὸς εἰς τὸ στόμα μου του̃το λαλήσω
39 καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ καὶ ἠ̃λθον εἰς πόλεις ἐπαύλεων
40 καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τω̨̃ Βαλααμ καὶ τοι̃ς ἄρχουσι τοι̃ς μετ' αὐτου̃
41 καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην του̃ Βααλ καὶ ἔδειξεν αὐτω̨̃ ἐκει̃θεν μέρος τι του̃ λαου̃
Читать далее:ΑΡΙΘΜΟΙ, κεφαλίς 23
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).