1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐπὶ δυσμω̃ν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω λέγων |
2 σύνταξον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ δώσουσιν τοι̃ς Λευίταις ἀπὸ τω̃ν κλήρων κατασχέσεως αὐτω̃ν πόλεις κατοικει̃ν καὶ τὰ προάστεια τω̃ν πόλεων κύκλω̨ αὐτω̃ν δώσουσιν τοι̃ς Λευίταις |
3 καὶ ἔσονται αὐτοι̃ς αἱ πόλεις κατοικει̃ν καὶ τὰ ἀφορίσματα αὐτω̃ν ἔσται τοι̃ς κτήνεσιν αὐτω̃ν καὶ πα̃σι τοι̃ς τετράποσιν αὐτω̃ν |
4 καὶ τὰ συγκυρου̃ντα τω̃ν πόλεων ἃς δώσετε τοι̃ς Λευίταις ἀπὸ τείχους τη̃ς πόλεως καὶ ἔξω δισχιλίους πήχεις κύκλω̨ |
5 καὶ μετρήσεις ἔξω τη̃ς πόλεως τὸ κλίτος τὸ πρὸς ἀνατολὰς δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς λίβα δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς θάλασσαν δισχιλίους πήχεις καὶ τὸ κλίτος τὸ πρὸς βορρα̃ν δισχιλίους πήχεις καὶ ἡ πόλις μέσον τούτου ἔσται ὑμι̃ν καὶ τὰ ὅμορα τω̃ν πόλεων |
6 καὶ τὰς πόλεις δώσετε τοι̃ς Λευίταις τὰς ἓξ πόλεις τω̃ν φυγαδευτηρίων ἃς δώσετε φεύγειν ἐκει̃ τω̨̃ φονεύσαντι καὶ πρὸς ταύταις τεσσαράκοντα καὶ δύο πόλεις |
7 πάσας τὰς πόλεις δώσετε τοι̃ς Λευίταις τεσσαράκοντα καὶ ὀκτὼ πόλεις ταύτας καὶ τὰ προάστεια αὐτω̃ν |
8 καὶ τὰς πόλεις ἃς δώσετε ἀπὸ τη̃ς κατασχέσεως υἱω̃ν Ισραηλ ἀπὸ τω̃ν τὰ πολλὰ πολλὰ καὶ ἀπὸ τω̃ν ἐλαττόνων ἐλάττω ἕκαστος κατὰ τὴν κληρονομίαν αὐτου̃ ἣν κληρονομήσουσιν δώσουσιν ἀπὸ τω̃ν πόλεων τοι̃ς Λευίταις |
9 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
10 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ὑμει̃ς διαβαίνετε τὸν Ιορδάνην εἰς γη̃ν Χανααν |
11 καὶ διαστελει̃τε ὑμι̃ν αὐτοι̃ς πόλεις φυγαδευτήρια ἔσται ὑμι̃ν φυγει̃ν ἐκει̃ τὸν φονευτήν πα̃ς ὁ πατάξας ψυχὴν ἀκουσίως |
12 καὶ ἔσονται αἱ πόλεις ὑμι̃ν φυγαδευτήρια ἀπὸ ἀγχιστεύοντος τὸ αἱ̃μα καὶ οὐ μὴ ἀποθάνη̨ ὁ φονεύων ἕως ἂν στη̨̃ ἔναντι τη̃ς συναγωγη̃ς εἰς κρίσιν |
13 καὶ αἱ πόλεις ἃς δώσετε τὰς ἓξ πόλεις φυγαδευτήρια ἔσονται ὑμι̃ν |
14 τὰς τρει̃ς πόλεις δώσετε ἐν τω̨̃ πέραν του̃ Ιορδάνου καὶ τὰς τρει̃ς πόλεις δώσετε ἐν γη̨̃ Χανααν |
15 φυγάδιον ἔσται τοι̃ς υἱοι̃ς Ισραηλ καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ παροίκω̨ τω̨̃ ἐν ὑμι̃ν ἔσονται αἱ πόλεις αὑ̃ται εἰς φυγαδευτήριον φυγει̃ν ἐκει̃ παντὶ πατάξαντι ψυχὴν ἀκουσίως |
16 ἐὰν δὲ ἐν σκεύει σιδήρου πατάξη̨ αὐτόν καὶ τελευτήση̨ φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονευτής |
17 ἐὰν δὲ ἐν λίθω̨ ἐκ χειρός ἐν ὡ̨̃ ἀποθανει̃ται ἐν αὐτω̨̃ πατάξη̨ αὐτόν καὶ ἀποθάνη̨ φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονευτής |
18 ἐὰν δὲ ἐν σκεύει ξυλίνω̨ ἐκ χειρός ἐξ οὑ̃ ἀποθανει̃ται ἐν αὐτω̨̃ πατάξη̨ αὐτόν καὶ ἀποθάνη̨ φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονευτής |
19 ὁ ἀγχιστεύων τὸ αἱ̃μα οὑ̃τος ἀποκτενει̃ τὸν φονεύσαντα ὅταν συναντήση̨ αὐτω̨̃ οὑ̃τος ἀποκτενει̃ αὐτόν |
20 ἐὰν δὲ δι' ἔχθραν ὤση̨ αὐτὸν καὶ ἐπιρρίψη̨ ἐπ' αὐτὸν πα̃ν σκευ̃ος ἐξ ἐνέδρου καὶ ἀποθάνη̨ |
21 ἢ διὰ μη̃νιν ἐπάταξεν αὐτὸν τη̨̃ χειρί καὶ ἀποθάνη̨ θανάτω̨ θανατούσθω ὁ πατάξας φονευτής ἐστιν θανάτω̨ θανατούσθω ὁ φονεύων ὁ ἀγχιστεύων τὸ αἱ̃μα ἀποκτενει̃ τὸν φονεύσαντα ἐν τω̨̃ συναντη̃σαι αὐτω̨̃ |
22 ἐὰν δὲ ἐξάπινα οὐ δι' ἔχθραν ὤση̨ αὐτὸν ἢ ἐπιρρίψη̨ ἐπ' αὐτὸν πα̃ν σκευ̃ος οὐκ ἐξ ἐνέδρου |
23 ἢ παντὶ λίθω̨ ἐν ὡ̨̃ ἀποθανει̃ται ἐν αὐτω̨̃ οὐκ εἰδώς καὶ ἐπιπέση̨ ἐπ' αὐτόν καὶ ἀποθάνη̨ αὐτὸς δὲ οὐκ ἐχθρὸς αὐτου̃ ἠ̃ν οὐδὲ ζητω̃ν κακοποιη̃σαι αὐτόν |
24 καὶ κρινει̃ ἡ συναγωγὴ ἀνὰ μέσον του̃ πατάξαντος καὶ ἀνὰ μέσον του̃ ἀγχιστεύοντος τὸ αἱ̃μα κατὰ τὰ κρίματα ταυ̃τα |
25 καὶ ἐξελει̃ται ἡ συναγωγὴ τὸν φονεύσαντα ἀπὸ του̃ ἀγχιστεύοντος τὸ αἱ̃μα καὶ ἀποκαταστήσουσιν αὐτὸν ἡ συναγωγὴ εἰς τὴν πόλιν του̃ φυγαδευτηρίου αὐτου̃ οὑ̃ κατέφυγεν καὶ κατοικήσει ἐκει̃ ἕως ἂν ἀποθάνη̨ ὁ ἱερεὺς ὁ μέγας ὃν ἔχρισαν αὐτὸν τω̨̃ ἐλαίω̨ τω̨̃ ἁγίω̨ |
26 ἐὰν δὲ ἐξόδω̨ ἐξέλθη̨ ὁ φονεύσας τὰ ὅρια τη̃ς πόλεως εἰς ἣν κατέφυγεν ἐκει̃ |
27 καὶ εὕρη̨ αὐτὸν ὁ ἀγχιστεύων τὸ αἱ̃μα ἔξω τω̃ν ὁρίων τη̃ς πόλεως καταφυγη̃ς αὐτου̃ καὶ φονεύση̨ ὁ ἀγχιστεύων τὸ αἱ̃μα τὸν φονεύσαντα οὐκ ἔνοχός ἐστιν |
28 ἐν γὰρ τη̨̃ πόλει τη̃ς καταφυγη̃ς κατοικείτω ἕως ἂν ἀποθάνη̨ ὁ ἱερεὺς ὁ μέγας καὶ μετὰ τὸ ἀποθανει̃ν τὸν ἱερέα τὸν μέγαν ἐπαναστραφήσεται ὁ φονεύσας εἰς τὴν γη̃ν τη̃ς κατασχέσεως αὐτου̃ |
29 καὶ ἔσται ταυ̃τα ὑμι̃ν εἰς δικαίωμα κρίματος εἰς τὰς γενεὰς ὑμω̃ν ἐν πάσαις ται̃ς κατοικίαις ὑμω̃ν |
30 πα̃ς πατάξας ψυχήν διὰ μαρτύρων φονεύσεις τὸν φονεύσαντα καὶ μάρτυς εἱ̃ς οὐ μαρτυρήσει ἐπὶ ψυχὴν ἀποθανει̃ν |
31 καὶ οὐ λήμψεσθε λύτρα περὶ ψυχη̃ς παρὰ του̃ φονεύσαντος του̃ ἐνόχου ὄντος ἀναιρεθη̃ναι θανάτω̨ γὰρ θανατωθήσεται |
32 οὐ λήμψεσθε λύτρα του̃ φυγει̃ν εἰς πόλιν τω̃ν φυγαδευτηρίων του̃ πάλιν κατοικει̃ν ἐπὶ τη̃ς γη̃ς ἕως ἂν ἀποθάνη̨ ὁ ἱερεὺς ὁ μέγας |
33 καὶ οὐ μὴ φονοκτονήσητε τὴν γη̃ν εἰς ἣν ὑμει̃ς κατοικει̃τε τὸ γὰρ αἱ̃μα του̃το φονοκτονει̃ τὴν γη̃ν καὶ οὐκ ἐξιλασθήσεται ἡ γη̃ ἀπὸ του̃ αἵματος του̃ ἐκχυθέντος ἐπ' αὐτη̃ς ἀλλ' ἐπὶ του̃ αἵματος του̃ ἐκχέοντος |
34 καὶ οὐ μιανει̃τε τὴν γη̃ν ἐφ' ἡ̃ς κατοικει̃τε ἐπ' αὐτη̃ς ἐφ' ἡ̃ς ἐγὼ κατασκηνώσω ἐν ὑμι̃ν ἐγὼ γάρ εἰμι κύριος κατασκηνω̃ν ἐν μέσω̨ τω̃ν υἱω̃ν Ισραηλ |