1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς ἀνὴρ ἢ γυνή ὃς ἐὰν μεγάλως εὔξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίω̨ |
3 ἀπὸ οἴνου καὶ σικερα ἁγνισθήσεται ἀπὸ οἴνου καὶ ὄξος ἐξ οἴνου καὶ ὄξος ἐκ σικερα οὐ πίεται καὶ ὅσα κατεργάζεται ἐκ σταφυλη̃ς οὐ πίεται καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδα οὐ φάγεται |
4 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς αὐτου̃ ἀπὸ πάντων ὅσα γίνεται ἐξ ἀμπέλου οἰ̃νον ἀπὸ στεμφύλων ἕως γιγάρτου οὐ φάγεται |
5 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς του̃ ἁγνισμου̃ ξυρὸν οὐκ ἐπελεύσεται ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ἕως ἂν πληρωθω̃σιν αἱ ἡμέραι ὅσας ηὔξατο κυρίω̨ ἅγιος ἔσται τρέφων κόμην τρίχα κεφαλη̃ς |
6 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς κυρίω̨ ἐπὶ πάση̨ ψυχη̨̃ τετελευτηκυία̨ οὐκ εἰσελεύσεται |
7 ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπ' ἀδελφω̨̃ καὶ ἐπ' ἀδελφη̨̃ οὐ μιανθήσεται ἐπ' αὐτοι̃ς ἀποθανόντων αὐτω̃ν ὅτι εὐχὴ θεου̃ αὐτου̃ ἐπ' αὐτω̨̃ ἐπὶ κεφαλη̃ς αὐτου̃ |
8 πάσας τὰς ἡμέρας τη̃ς εὐχη̃ς αὐτου̃ ἅγιος ἔσται κυρίω̨ |
9 ἐὰν δέ τις ἀποθάνη̨ ἐξάπινα ἐπ' αὐτω̨̃ παραχρη̃μα μιανθήσεται ἡ κεφαλὴ εὐχη̃ς αὐτου̃ καὶ ξυρήσεται τὴν κεφαλὴν αὐτου̃ ἡ̨̃ ἂν ἡμέρα̨ καθαρισθη̨̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ξυρηθήσεται |
10 καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ οἴσει δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερω̃ν πρὸς τὸν ἱερέα ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
11 καὶ ποιήσει ὁ ἱερεὺς μίαν περὶ ἁμαρτίας καὶ μίαν εἰς ὁλοκαύτωμα καὶ ἐξιλάσεται περὶ αὐτου̃ ὁ ἱερεὺς περὶ ὡ̃ν ἥμαρτεν περὶ τη̃ς ψυχη̃ς καὶ ἁγιάσει τὴν κεφαλὴν αὐτου̃ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ |
12 ἡ̨̃ ἡγιάσθη κυρίω̨ τὰς ἡμέρας τη̃ς εὐχη̃ς καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμέλειαν καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται ὅτι ἐμιάνθη κεφαλὴ εὐχη̃ς αὐτου̃ |
13 καὶ οὑ̃τος ὁ νόμος του̃ εὐξαμένου ἡ̨̃ ἂν ἡμέρα̨ πληρώση̨ ἡμέρας εὐχη̃ς αὐτου̃ προσοίσει αὐτὸς παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
14 καὶ προσάξει τὸ δω̃ρον αὐτου̃ κυρίω̨ ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον |
15 καὶ κανου̃ν ἀζύμων σεμιδάλεως ἄρτους ἀναπεποιημένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίω̨ καὶ θυσία αὐτω̃ν καὶ σπονδὴ αὐτω̃ν |
16 καὶ προσοίσει ὁ ἱερεὺς ἔναντι κυρίου καὶ ποιήσει τὸ περὶ ἁμαρτίας αὐτου̃ καὶ τὸ ὁλοκαύτωμα αὐτου̃ |
17 καὶ τὸν κριὸν ποιήσει θυσίαν σωτηρίου κυρίω̨ ἐπὶ τω̨̃ κανω̨̃ τω̃ν ἀζύμων καὶ ποιήσει ὁ ἱερεὺς τὴν θυσίαν αὐτου̃ καὶ τὴν σπονδὴν αὐτου̃ |
18 καὶ ξυρήσεται ὁ ηὐγμένος παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου τὴν κεφαλὴν τη̃ς εὐχη̃ς αὐτου̃ καὶ ἐπιθήσει τὰς τρίχας ἐπὶ τὸ πυ̃ρ ὅ ἐστιν ὑπὸ τὴν θυσίαν του̃ σωτηρίου |
19 καὶ λήμψεται ὁ ἱερεὺς τὸν βραχίονα ἑφθὸν ἀπὸ του̃ κριου̃ καὶ ἄρτον ἕνα ἄζυμον ἀπὸ του̃ κανου̃ καὶ λάγανον ἄζυμον ἓν καὶ ἐπιθήσει ἐπὶ τὰς χει̃ρας του̃ ηὐγμένου μετὰ τὸ ξυρήσασθαι αὐτὸν τὴν εὐχὴν αὐτου̃ |
20 καὶ προσοίσει αὐτὰ ὁ ἱερεὺς ἐπίθεμα ἔναντι κυρίου ἅγιον ἔσται τω̨̃ ἱερει̃ ἐπὶ του̃ στηθυνίου του̃ ἐπιθέματος καὶ ἐπὶ του̃ βραχίονος του̃ ἀφαιρέματος καὶ μετὰ ταυ̃τα πίεται ὁ ηὐγμένος οἰ̃νον |
21 οὑ̃τος ὁ νόμος του̃ εὐξαμένου ὃς ἂν εὔξηται κυρίω̨ δω̃ρον αὐτου̃ κυρίω̨ περὶ τη̃ς εὐχη̃ς χωρὶς ὡ̃ν ἂν εὕρη̨ ἡ χεὶρ αὐτου̃ κατὰ δύναμιν τη̃ς εὐχη̃ς αὐτου̃ ἣν ἂν εὔξηται κατὰ νόμον ἁγνείας |
22 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
23 λάλησον Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ λέγων οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ισραηλ λέγοντες αὐτοι̃ς καὶ ἐπιθήσουσιν τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ισραηλ καὶ ἐγὼ κύριος εὐλογήσω αὐτούς |
24 εὐλογήσαι σε κύριος καὶ φυλάξαι σε |
25 ἐπιφάναι κύριος τὸ πρόσωπον αὐτου̃ ἐπὶ σὲ καὶ ἐλεήσαι σε |
26 ἐπάραι κύριος τὸ πρόσωπον αὐτου̃ ἐπὶ σὲ καὶ δώ̨η σοι εἰρήνην |