1 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
2 λάλησον τω̨̃ Ααρων καὶ ἐρει̃ς πρὸς αὐτόν ὅταν ἐπιτιθη̨̃ς τοὺς λύχνους ἐκ μέρους κατὰ πρόσωπον τη̃ς λυχνίας φωτιου̃σιν οἱ ἑπτὰ λύχνοι |
3 καὶ ἐποίησεν οὕτως Ααρων ἐκ του̃ ἑνὸς μέρους κατὰ πρόσωπον τη̃ς λυχνίας ἐξη̃ψεν τοὺς λύχνους αὐτη̃ς καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ |
4 καὶ αὕτη ἡ κατασκευὴ τη̃ς λυχνίας στερεὰ χρυση̃ ὁ καυλὸς αὐτη̃ς καὶ τὰ κρίνα αὐτη̃ς στερεὰ ὅλη κατὰ τὸ εἰ̃δος ὃ ἔδειξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησεν τὴν λυχνίαν |
5 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
6 λαβὲ τοὺς Λευίτας ἐκ μέσου υἱω̃ν Ισραηλ καὶ ἀφαγνιει̃ς αὐτούς |
7 καὶ οὕτως ποιήσεις αὐτοι̃ς τὸν ἁγνισμὸν αὐτω̃ν περιρρανει̃ς αὐτοὺς ὕδωρ ἁγνισμου̃ καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πα̃ν τὸ σω̃μα αὐτω̃ν καὶ πλυνου̃σιν τὰ ἱμάτια αὐτω̃ν καὶ καθαροὶ ἔσονται |
8 καὶ λήμψονται μόσχον ἕνα ἐκ βοω̃ν καὶ τούτου θυσίαν σεμιδάλεως ἀναπεποιημένην ἐν ἐλαίω̨ καὶ μόσχον ἐνιαύσιον ἐκ βοω̃ν λήμψη̨ περὶ ἁμαρτίας |
9 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ συνάξεις πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ |
10 καὶ προσάξεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ισραηλ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τοὺς Λευίτας |
11 καὶ ἀφοριει̃ Ααρων τοὺς Λευίτας ἀπόδομα ἔναντι κυρίου παρὰ τω̃ν υἱω̃ν Ισραηλ καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα κυρίου |
12 οἱ δὲ Λευι̃ται ἐπιθήσουσιν τὰς χει̃ρας ἐπὶ τὰς κεφαλὰς τω̃ν μόσχων καὶ ποιήσει τὸν ἕνα περὶ ἁμαρτίας καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα κυρίω̨ ἐξιλάσασθαι περὶ αὐτω̃ν |
13 καὶ στήσεις τοὺς Λευίτας ἔναντι κυρίου καὶ ἔναντι Ααρων καὶ ἔναντι τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι κυρίου |
14 καὶ διαστελει̃ς τοὺς Λευίτας ἐκ μέσου υἱω̃ν Ισραηλ καὶ ἔσονται ἐμοί |
15 καὶ μετὰ ταυ̃τα εἰσελεύσονται οἱ Λευι̃ται ἐργάζεσθαι τὰ ἔργα τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ καθαριει̃ς αὐτοὺς καὶ ἀποδώσεις αὐτοὺς ἔναντι κυρίου |
16 ὅτι ἀπόδομα ἀποδεδομένοι οὑ̃τοί μοί εἰσιν ἐκ μέσου υἱω̃ν Ισραηλ ἀντὶ τω̃ν διανοιγόντων πα̃σαν μήτραν πρωτοτόκων πάντων ἐκ τω̃ν υἱω̃ν Ισραηλ εἴληφα αὐτοὺς ἐμοί |
17 ὅτι ἐμοὶ πα̃ν πρωτότοκον ἐν υἱοι̃ς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἡ̨̃ ἡμέρα̨ ἐπάταξα πα̃ν πρωτότοκον ἐν γη̨̃ Αἰγύπτω̨ ἡγίασα αὐτοὺς ἐμοὶ |
18 καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοι̃ς Ισραηλ |
19 καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ ἐκ μέσου υἱω̃ν Ισραηλ ἐργάζεσθαι τὰ ἔργα τω̃ν υἱω̃ν Ισραηλ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου καὶ ἐξιλάσκεσθαι περὶ τω̃ν υἱω̃ν Ισραηλ καὶ οὐκ ἔσται ἐν τοι̃ς υἱοι̃ς Ισραηλ προσεγγίζων πρὸς τὰ ἅγια |
20 καὶ ἐποίησεν Μωυση̃ς καὶ Ααρων καὶ πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ τοι̃ς Λευίταις καθὰ ἐνετείλατο κύριος τω̨̃ Μωυση̨̃ περὶ τω̃ν Λευιτω̃ν οὕτως ἐποίησαν αὐτοι̃ς οἱ υἱοὶ Ισραηλ |
21 καὶ ἡγνίσαντο οἱ Λευι̃ται καὶ ἐπλύναντο τὰ ἱμάτια καὶ ἀπέδωκεν αὐτοὺς Ααρων ἀπόδομα ἔναντι κυρίου καὶ ἐξιλάσατο περὶ αὐτω̃ν Ααρων ἀφαγνίσασθαι αὐτούς |
22 καὶ μετὰ ταυ̃τα εἰση̃λθον οἱ Λευι̃ται λειτουργει̃ν τὴν λειτουργίαν αὐτω̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου ἔναντι Ααρων καὶ ἔναντι τω̃ν υἱω̃ν αὐτου̃ καθὼς συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ περὶ τω̃ν Λευιτω̃ν οὕτως ἐποίησαν αὐτοι̃ς |
23 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων |
24 του̃τό ἐστιν τὸ περὶ τω̃ν Λευιτω̃ν ἀπὸ πεντεκαιεικοσαετου̃ς καὶ ἐπάνω εἰσελεύσονται ἐνεργει̃ν ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου |
25 καὶ ἀπὸ πεντηκονταετου̃ς ἀποστήσεται ἀπὸ τη̃ς λειτουργίας καὶ οὐκ ἐργα̃ται ἔτι |
26 καὶ λειτουργήσει ὁ ἀδελφὸς αὐτου̃ ἐν τη̨̃ σκηνη̨̃ του̃ μαρτυρίου φυλάσσειν φυλακάς ἔργα δὲ οὐκ ἐργα̃ται οὕτως ποιήσεις τοι̃ς Λευίταις ἐν ται̃ς φυλακαι̃ς αὐτω̃ν |