Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΑΡΙΘΜΟΙ, κεφαλίς 9

καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν ἐν τη̨̃ ἐρήμω̨ Σινα ἐν τω̨̃ ἔτει τω̨̃ δευτέρω̨ ἐξελθόντων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου ἐν τω̨̃ μηνὶ τω̨̃ πρώτω̨ λέγων
εἰπὸν καὶ ποιείτωσαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα καθ' ὥραν αὐτου̃
τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς του̃ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς κατὰ τὸν νόμον αὐτου̃ καὶ κατὰ τὴν σύγκρισιν αὐτου̃ ποιήσεις αὐτό
καὶ ἐλάλησεν Μωυση̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ποιη̃σαι τὸ πασχα
ἐναρχομένου τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ του̃ μηνὸς ἐν τη̨̃ ἐρήμω̨ του̃ Σινα καθὰ συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ
καὶ παρεγένοντο οἱ ἄνδρες οἳ ἠ̃σαν ἀκάθαρτοι ἐπὶ ψυχη̨̃ ἀνθρώπου καὶ οὐκ ἠδύναντο ποιη̃σαι τὸ πασχα ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ προση̃λθον ἐναντίον Μωυση̃ καὶ Ααρων ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨
καὶ εἰ̃παν οἱ ἄνδρες ἐκει̃νοι πρὸς αὐτόν ἡμει̃ς ἀκάθαρτοι ἐπὶ ψυχη̨̃ ἀνθρώπου μὴ οὐ̃ν ὑστερήσωμεν προσενέγκαι τὸ δω̃ρον κυρίω̨ κατὰ καιρὸν αὐτου̃ ἐν μέσω̨ υἱω̃ν Ισραηλ
καὶ εἰ̃πεν πρὸς αὐτοὺς Μωυση̃ς στη̃τε αὐτου̃ καὶ ἀκούσομαι τί ἐντελει̃ται κύριος περὶ ὑμω̃ν
καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
10 λάλησον τοι̃ς υἱοι̃ς Ισραηλ λέγων ἄνθρωπος ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχη̨̃ ἀνθρώπου ἢ ἐν ὁδω̨̃ μακρὰν ὑμι̃ν ἢ ἐν ται̃ς γενεαι̃ς ὑμω̃ν καὶ ποιήσει τὸ πασχα κυρίω̨
11 ἐν τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐν τη̨̃ τεσσαρεσκαιδεκάτη̨ ἡμέρα̨ τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό ἐπ' ἀζύμων καὶ πικρίδων φάγονται αὐτό
12 οὐ καταλείψουσιν ἀπ' αὐτου̃ εἰς τὸ πρωὶ καὶ ὀστου̃ν οὐ συντρίψουσιν ἀπ' αὐτου̃ κατὰ τὸν νόμον του̃ πασχα ποιήσουσιν αὐτό
13 καὶ ἄνθρωπος ὃς ἐὰν καθαρὸς ἠ̨̃ καὶ ἐν ὁδω̨̃ μακρα̨̃ οὐκ ἔστιν καὶ ὑστερήση̨ ποιη̃σαι τὸ πασχα ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ του̃ λαου̃ αὐτη̃ς ὅτι τὸ δω̃ρον κυρίω̨ οὐ προσήνεγκεν κατὰ τὸν καιρὸν αὐτου̃ ἁμαρτίαν αὐτου̃ λήμψεται ὁ ἄνθρωπος ἐκει̃νος
14 ἐὰν δὲ προσέλθη̨ πρὸς ὑμα̃ς προσήλυτος ἐν τη̨̃ γη̨̃ ὑμω̃ν καὶ ποιήσει τὸ πασχα κυρίω̨ κατὰ τὸν νόμον του̃ πασχα καὶ κατὰ τὴν σύνταξιν αὐτου̃ ποιήσει αὐτό νόμος εἱ̃ς ἔσται ὑμι̃ν καὶ τω̨̃ προσηλύτω̨ καὶ τω̨̃ αὐτόχθονι τη̃ς γη̃ς
15 καὶ τη̨̃ ἡμέρα̨ ἡ̨̃ ἐστάθη ἡ σκηνή ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν τὸν οἰ̃κον του̃ μαρτυρίου καὶ τὸ ἑσπέρας ἠ̃ν ἐπὶ τη̃ς σκηνη̃ς ὡς εἰ̃δος πυρὸς ἕως πρωί
16 οὕτως ἐγίνετο διὰ παντός ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἰ̃δος πυρὸς τὴν νύκτα
17 καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τη̃ς σκηνη̃ς καὶ μετὰ ταυ̃τα ἀπη̃ραν οἱ υἱοὶ Ισραηλ καὶ ἐν τω̨̃ τόπω̨ οὑ̃ ἂν ἔστη ἡ νεφέλη ἐκει̃ παρενέβαλον οἱ υἱοὶ Ισραηλ
18 διὰ προστάγματος κυρίου παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ καὶ διὰ προστάγματος κυρίου ἀπαρου̃σιν πάσας τὰς ἡμέρας ἐν αἱ̃ς σκιάζει ἡ νεφέλη ἐπὶ τη̃ς σκηνη̃ς παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ
19 καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τη̃ς σκηνη̃ς ἡμέρας πλείους καὶ φυλάξονται οἱ υἱοὶ Ισραηλ τὴν φυλακὴν του̃ θεου̃ καὶ οὐ μὴ ἐξάρωσιν
20 καὶ ἔσται ὅταν σκεπάση̨ ἡ νεφέλη ἡμέρας ἀριθμω̨̃ ἐπὶ τη̃ς σκηνη̃ς διὰ φωνη̃ς κυρίου παρεμβαλου̃σιν καὶ διὰ προστάγματος κυρίου ἀπαρου̃σιν
21 καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως πρωὶ καὶ ἀναβη̨̃ ἡ νεφέλη τὸ πρωί καὶ ἀπαρου̃σιν ἡμέρας ἢ νυκτός
22 μηνὸς ἡμέρας πλεοναζούσης τη̃ς νεφέλης σκιαζούσης ἐπ' αὐτη̃ς παρεμβαλου̃σιν οἱ υἱοὶ Ισραηλ καὶ οὐ μὴ ἀπάρωσιν
23 ὅτι διὰ προστάγματος κυρίου ἀπαρου̃σιν τὴν φυλακὴν κυρίου ἐφυλάξαντο διὰ προστάγματος κυρίου ἐν χειρὶ Μωυση̃
Читать далее:ΑΡΙΘΜΟΙ, κεφαλίς 10
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).