Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ, κεφαλίς 3

1 τò λοιπόν ἀδελφοί μου χαίρετε ἐν κυρίω̨ τὰ αὐτὰ γράφειν ὑμι̃ν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμι̃ν δὲ ἀσφαλές
2 βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν
3 ἡμει̃ς γάρ ἐσμεν ἡ περιτομή οἱ πνεύματι θεου̃ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστω̨̃ ’Ιησου̃ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες
4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί εἴ τις δοκει̃ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μα̃λλον
5 περιτομη̨̃ ὀκταήμερος ἐκ γένους ’Ισραήλ φυλη̃ς Βενιαμίν ‘Εβραι̃ος ἐξ ‘Εβραίων κατὰ νόμον Φαρισαι̃ος
6 κατὰ ζη̃λος διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμω̨ γενόμενος ἄμεμπτος
7 ἀλλὰ ἅτινα ἠ̃ν μοι κέρδη ταυ̃τα ἥγημαι διὰ τòν Χριστòν ζημίαν
8 ἀλλὰ μενου̃νγε καὶ ἡγου̃μαι πάντα ζημίαν εἰ̃ναι διὰ τò ὑπερέχον τη̃ς γνώσεως Χριστου̃ ’Ιησου̃ του̃ κυρίου μου δι' ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγου̃μαι σκύβαλα ἵνα Χριστòν κερδήσω
9 καὶ εὑρεθω̃ ἐν αὐτω̨̃ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστου̃ τὴν ἐκ θεου̃ δικαιοσύνην ἐπὶ τη̨̃ πίστει
10 του̃ γνω̃ναι αὐτòν καὶ τὴν δύναμιν τη̃ς ἀναστάσεως αὐτου̃ καὶ τὴν κοινωνίαν τω̃ν παθημάτων αὐτου̃ συμμορφιζόμενος τω̨̃ θανάτω̨ αὐτου̃
11 εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρω̃ν
12 οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι διώκω δὲ εἰ καὶ καταλάβω ἐφ' ὡ̨̃ καὶ κατελήμφθην ὑπò Χριστου̃ ’Ιησου̃
13 ἀδελφοί ἐγὼ ἐμαυτòν οὐ λογίζομαι κατειληφέναι ἓν δέ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοι̃ς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος
14 κατὰ σκοπòν διώκω εἰς τò βραβει̃ον τη̃ς ἄνω κλήσεως του̃ θεου̃ ἐν Χριστω̨̃ ’Ιησου̃
15 ὅσοι οὐ̃ν τέλειοι του̃το φρονω̃μεν καὶ εἴ τι ἑτέρως φρονει̃τε καὶ του̃το ὁ θεòς ὑμι̃ν ἀποκαλύψει
16 πλὴν εἰς ὃ ἐφθάσαμεν τω̨̃ αὐτω̨̃ στοιχει̃ν
17 συμμιμηταί μου γίνεσθε ἀδελφοί καὶ σκοπει̃τε τοὺς οὕτω περιπατου̃ντας καθὼς ἔχετε τύπον ἡμα̃ς
18 πολλοὶ γὰρ περιπατου̃σιν οὓς πολλάκις ἔλεγον ὑμι̃ν νυ̃ν δὲ καὶ κλαίων λέγω τοὺς ἐχθροὺς του̃ σταυρου̃ του̃ Χριστου̃
19 ὡ̃ν τò τέλος ἀπώλεια ὡ̃ν ὁ θεòς ἡ κοιλία καὶ ἡ δόξα ἐν τη̨̃ αἰσχύνη̨ αὐτω̃ν οἱ τὰ ἐπίγεια φρονου̃ντες
20 ἡμω̃ν γὰρ τò πολίτευμα ἐν οὐρανοι̃ς ὑπάρχει ἐξ οὑ̃ καὶ σωτη̃ρα ἀπεκδεχόμεθα κύριον ’Ιησου̃ν Χριστόν
21 ὃς μετασχηματίσει τò σω̃μα τη̃ς ταπεινώσεως ἡμω̃ν σύμμορφον τω̨̃ σώματι τη̃ς δόξης αὐτου̃ κατὰ τὴν ἐνέργειαν του̃ δύνασθαι αὐτòν καὶ ὑποτάξαι αὐτω̨̃ τὰ πάντα
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).