Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 2

υἱέ ἐὰν δεξάμενος ῥη̃σιν ἐμη̃ς ἐντολη̃ς κρύψη̨ς παρὰ σεαυτω̨̃
ὑπακούσεται σοφίας τὸ οὐ̃ς σου καὶ παραβαλει̃ς καρδίαν σου εἰς σύνεσιν παραβαλει̃ς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τω̨̃ υἱω̨̃ σου
ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέση̨ καὶ τη̨̃ συνέσει δω̨̃ς φωνήν σου τὴν δὲ αἴσθησιν ζητήση̨ς μεγάλη̨ τη̨̃ φωνη̨̃
καὶ ἐὰν ζητήση̨ς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήση̨ς αὐτήν
τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεου̃ εὑρήσεις
ὅτι κύριος δίδωσιν σοφίαν καὶ ἀπὸ προσώπου αὐτου̃ γνω̃σις καὶ σύνεσις
καὶ θησαυρίζει τοι̃ς κατορθου̃σι σωτηρίαν ὑπερασπιει̃ τὴν πορείαν αὐτω̃ν
του̃ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει
τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς
10 ἐὰν γὰρ ἔλθη̨ ἡ σοφία εἰς σὴν διάνοιαν ἡ δὲ αἴσθησις τη̨̃ ση̨̃ ψυχη̨̃ καλὴ εἰ̃ναι δόξη̨
11 βουλὴ καλὴ φυλάξει σε ἔννοια δὲ ὁσία τηρήσει σε
12 ἵνα ῥύσηταί σε ἀπὸ ὁδου̃ κακη̃ς καὶ ἀπὸ ἀνδρὸς λαλου̃ντος μηδὲν πιστόν
13 ὠ̃ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας του̃ πορεύεσθαι ἐν ὁδοι̃ς σκότους
14 οἱ εὐφραινόμενοι ἐπὶ κακοι̃ς καὶ χαίροντες ἐπὶ διαστροφη̨̃ κακη̨̃
15 ὡ̃ν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτω̃ν
16 του̃ μακράν σε ποιη̃σαι ἀπὸ ὁδου̃ εὐθείας καὶ ἀλλότριον τη̃ς δικαίας γνώμης
17 υἱέ μή σε καταλάβη̨ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη
18 ἔθετο γὰρ παρὰ τω̨̃ θανάτω̨ τὸν οἰ̃κον αὐτη̃ς καὶ παρὰ τω̨̃ ἅ̨δη̨ μετὰ τω̃ν γηγενω̃ν τοὺς ἄξονας αὐτη̃ς
19 πάντες οἱ πορευόμενοι ἐν αὐτη̨̃ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτω̃ν ζωη̃ς
20 εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους
21 χρηστοὶ ἔσονται οἰκήτορες γη̃ς ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτη̨̃ ὅτι εὐθει̃ς κατασκηνώσουσι γη̃ν καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτη̨̃
22 ὁδοὶ ἀσεβω̃ν ἐκ γη̃ς ὀλου̃νται οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ' αὐτη̃ς
Читать далее:ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).