Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 21

ὥσπερ ὁρμὴ ὕδατος οὕτως καρδία βασιλέως ἐν χειρὶ θεου̃ οὑ̃ ἐὰν θέλων νεύση̨ ἐκει̃ ἔκλινεν αὐτήν
πα̃ς ἀνὴρ φαίνεται ἑαυτω̨̃ δίκαιος κατευθύνει δὲ καρδίας κύριος
ποιει̃ν δίκαια καὶ ἀληθεύειν ἀρεστὰ παρὰ θεω̨̃ μα̃λλον ἢ θυσιω̃ν αἱ̃μα
μεγαλόφρων ἐφ' ὕβρει θρασυκάρδιος λαμπτὴρ δὲ ἀσεβω̃ν ἁμαρτία
...
ὁ ἐνεργω̃ν θησαυρίσματα γλώσση̨ ψευδει̃ μάταια διώκει ἐπὶ παγίδας θανάτου
ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται οὐ γὰρ βούλονται πράσσειν τὰ δίκαια
πρὸς τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ θεός ἁγνὰ γὰρ καὶ ὀρθὰ τὰ ἔργα αὐτου̃
κρει̃σσον οἰκει̃ν ἐπὶ γωνίας ὑπαίθρου ἢ ἐν κεκονιαμένοις μετὰ ἀδικίας καὶ ἐν οἴκω̨ κοινω̨̃
10 ψυχὴ ἀσεβου̃ς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τω̃ν ἀνθρώπων
11 ζημιουμένου ἀκολάστου πανουργότερος γίνεται ὁ ἄκακος συνίων δὲ σοφὸς δέξεται γνω̃σιν
12 συνίει δίκαιος καρδίας ἀσεβω̃ν καὶ φαυλίζει ἀσεβει̃ς ἐν κακοι̃ς
13 ὃς φράσσει τὰ ὠ̃τα του̃ μὴ ἐπακου̃σαι ἀσθενου̃ς καὶ αὐτὸς ἐπικαλέσεται καὶ οὐκ ἔσται ὁ εἰσακούων
14 δόσις λάθριος ἀνατρέπει ὀργάς δώρων δὲ ὁ φειδόμενος θυμὸν ἐγείρει ἰσχυρόν
15 εὐφροσύνη δικαίων ποιει̃ν κρίμα ὅσιος δὲ ἀκάθαρτος παρὰ κακούργοις
16 ἀνὴρ πλανώμενος ἐξ ὁδου̃ δικαιοσύνης ἐν συναγωγη̨̃ γιγάντων ἀναπαύσεται
17 ἀνὴρ ἐνδεὴς ἀγαπα̨̃ εὐφροσύνην φιλω̃ν οἰ̃νον καὶ ἔλαιον εἰς πλου̃τον
18 περικάθαρμα δὲ δικαίου ἄνομος
19 κρει̃σσον οἰκει̃ν ἐν γη̨̃ ἐρήμω̨ ἢ μετὰ γυναικὸς μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου
20 θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφου̃ ἄφρονες δὲ ἄνδρες καταπίονται αὐτόν
21 ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν
22 πόλεις ὀχυρὰς ἐπέβη σοφὸς καὶ καθει̃λεν τὸ ὀχύρωμα ἐφ' ὡ̨̃ ἐπεποίθεισαν οἱ ἀσεβει̃ς
23 ὃς φυλάσσει τὸ στόμα αὐτου̃ καὶ τὴν γλω̃σσαν διατηρει̃ ἐκ θλίψεως τὴν ψυχὴν αὐτου̃
24 θρασὺς καὶ αὐθάδης καὶ ἀλαζὼν λοιμὸς καλει̃ται ὃς δὲ μνησικακει̃ παράνομος
25 ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν οὐ γὰρ προαιρου̃νται αἱ χει̃ρες αὐτου̃ ποιει̃ν τι
26 ἀσεβὴς ἐπιθυμει̃ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς ὁ δὲ δίκαιος ἐλεα̨̃ καὶ οἰκτίρει ἀφειδω̃ς
27 θυσίαι ἀσεβω̃ν βδέλυγμα κυρίω̨ καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς
28 μάρτυς ψευδὴς ἀπολει̃ται ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει
29 ἀσεβὴς ἀνὴρ ἀναιδω̃ς ὑφίσταται προσώπω̨ ὁ δὲ εὐθὴς αὐτὸς συνίει τὰς ὁδοὺς αὐτου̃
30 οὐκ ἔστιν σοφία οὐκ ἔστιν ἀνδρεία οὐκ ἔστιν βουλὴ πρὸς τὸν ἀσεβη̃
31 ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου παρὰ δὲ κυρίου ἡ βοήθεια
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).