Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 30

1 τοὺς ἐμοὺς λόγους υἱέ φοβήθητι καὶ δεξάμενος αὐτοὺς μετανόει τάδε λέγει ὁ ἀνὴρ τοι̃ς πιστεύουσιν θεω̨̃ καὶ παύομαι
2 ἀφρονέστατος γάρ εἰμι πάντων ἀνθρώπων καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί
3 θεὸς δεδίδαχέν με σοφίαν καὶ γνω̃σιν ἁγίων ἔγνωκα
4 τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη τίς συνήγαγεν ἀνέμους ἐν κόλπω̨ τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίω̨ τίς ἐκράτησεν πάντων τω̃ν ἄκρων τη̃ς γη̃ς τί ὄνομα αὐτω̨̃ ἢ τί ὄνομα τοι̃ς τέκνοις αὐτου̃ ἵνα γνω̨̃ς
5 πάντες λόγοι θεου̃ πεπυρωμένοι ὑπερασπίζει δὲ αὐτὸς τω̃ν εὐλαβουμένων αὐτόν
6 μὴ προσθη̨̃ς τοι̃ς λόγοις αὐτου̃ ἵνα μὴ ἐλέγξη̨ σε καὶ ψευδὴς γένη̨
7 δύο αἰτου̃μαι παρὰ σου̃ μὴ ἀφέλη̨ς μου χάριν πρὸ του̃ ἀποθανει̃ν με
8 μάταιον λόγον καὶ ψευδη̃ μακράν μου ποίησον πλου̃τον δὲ καὶ πενίαν μή μοι δω̨̃ς σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη
9 ἵνα μὴ πλησθεὶς ψευδὴς γένωμαι καὶ εἴπω τίς με ὁρα̨̃ ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα του̃ θεου̃
10 μὴ παραδω̨̃ς οἰκέτην εἰς χει̃ρας δεσπότου μήποτε καταράσηταί σε καὶ ἀφανισθη̨̃ς
11 ἔκγονον κακὸν πατέρα καταρα̃ται τὴν δὲ μητέρα οὐκ εὐλογει̃
12 ἔκγονον κακὸν δίκαιον ἑαυτὸν κρίνει τὴν δὲ ἔξοδον αὐτου̃ οὐκ ἀπένιψεν
13 ἔκγονον κακὸν ὑψηλοὺς ὀφθαλμοὺς ἔχει τοι̃ς δὲ βλεφάροις αὐτου̃ ἐπαίρεται
14 ἔκγονον κακὸν μαχαίρας τοὺς ὀδόντας ἔχει καὶ τὰς μύλας τομίδας ὥστε ἀναλίσκειν καὶ κατεσθίειν τοὺς ταπεινοὺς ἀπὸ τη̃ς γη̃ς καὶ τοὺς πένητας αὐτω̃ν ἐξ ἀνθρώπων
15 τη̨̃ βδέλλη̨ τρει̃ς θυγατέρες ἠ̃σαν ἀγαπήσει ἀγαπώμεναι καὶ αἱ τρει̃ς αὑ̃ται οὐκ ἐνεπίμπλασαν αὐτήν καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπει̃ν ἱκανόν
16 ἅ̨δης καὶ ἔρως γυναικὸς καὶ τάρταρος καὶ γη̃ οὐκ ἐμπιπλαμένη ὕδατος καὶ ὕδωρ καὶ πυ̃ρ οὐ μὴ εἴπωσιν ἀρκει̃
17 ὀφθαλμὸν καταγελω̃ντα πατρὸς καὶ ἀτιμάζοντα γη̃ρας μητρός ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τω̃ν φαράγγων καὶ καταφάγοισαν αὐτὸν νεοσσοὶ ἀετω̃ν
18 τρία δέ ἐστιν ἀδύνατά μοι νοη̃σαι καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω
19 ἴχνη ἀετου̃ πετομένου καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας καὶ τρίβους νηὸς ποντοπορούσης καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι
20 τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος ἥ ὅταν πράξη̨ ἀπονιψαμένη οὐδέν φησιν πεπραχέναι ἄτοπον
21 διὰ τριω̃ν σείεται ἡ γη̃ τὸ δὲ τέταρτον οὐ δύναται φέρειν
22 ἐὰν οἰκέτης βασιλεύση̨ καὶ ἄφρων πλησθη̨̃ σιτίων
23 καὶ οἰκέτις ἐὰν ἐκβάλη̨ τὴν ἑαυτη̃ς κυρίαν καὶ μισητὴ γυνὴ ἐὰν τύχη̨ ἀνδρὸς ἀγαθου̃
24 τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τη̃ς γη̃ς ταυ̃τα δέ ἐστιν σοφώτερα τω̃ν σοφω̃ν
25 οἱ μύρμηκες οἱ̃ς μὴ ἔστιν ἰσχὺς καὶ ἑτοιμάζονται θέρους τὴν τροφήν
26 καὶ οἱ χοιρογρύλλιοι ἔθνος οὐκ ἰσχυρόν οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτω̃ν οἴκους
27 ἀβασίλευτόν ἐστιν ἡ ἀκρὶς καὶ ἐκστρατεύει ἀφ' ἑνὸς κελεύσματος εὐτάκτως
28 καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν κατοικει̃ ἐν ὀχυρώμασιν βασιλέως
29 τρία δέ ἐστιν ἃ εὐόδως πορεύεται καὶ τὸ τέταρτον ὃ καλω̃ς διαβαίνει
30 σκύμνος λέοντος ἰσχυρότερος κτηνω̃ν ὃς οὐκ ἀποστρέφεται οὐδὲ καταπτήσσει κτη̃νος
31 καὶ ἀλέκτωρ ἐμπεριπατω̃ν θηλείαις εὔψυχος καὶ τράγος ἡγούμενος αἰπολίου καὶ βασιλεὺς δημηγορω̃ν ἐν ἔθνει
32 ἐὰν πρόη̨ σεαυτὸν εἰς εὐφροσύνην καὶ ἐκτείνη̨ς τὴν χει̃ρά σου μετὰ μάχης ἀτιμασθήση̨
33 ἄμελγε γάλα καὶ ἔσται βούτυρον ἐὰν δὲ ἐκπιέζη̨ς μυκτη̃ρας ἐξελεύσεται αἱ̃μα ἐὰν δὲ ἐξέλκη̨ς λόγους ἐξελεύσονται κρίσεις καὶ μάχαι

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 31

1 οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεου̃ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτου̃
2 τί τέκνον τηρήσεις τί ῥήσεις θεου̃ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμη̃ς κοιλίας τί τέκνον ἐμω̃ν εὐχω̃ν
3 μὴ δω̨̃ς γυναιξὶ σὸν πλου̃τον καὶ τὸν σὸν νου̃ν καὶ βίον εἰς ὑστεροβουλίαν
4 μετὰ βουλη̃ς πάντα ποίει μετὰ βουλη̃ς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἰ̃νον δὲ μὴ πινέτωσαν
5 ἵνα μὴ πιόντες ἐπιλάθωνται τη̃ς σοφίας καὶ ὀρθὰ κρι̃ναι οὐ μὴ δύνωνται τοὺς ἀσθενει̃ς
6 δίδοτε μέθην τοι̃ς ἐν λύπαις καὶ οἰ̃νον πίνειν τοι̃ς ἐν ὀδύναις
7 ἵνα ἐπιλάθωνται τη̃ς πενίας καὶ τω̃ν πόνων μὴ μνησθω̃σιν ἔτι
8 ἄνοιγε σὸν στόμα λόγω̨ θεου̃ καὶ κρι̃νε πάντας ὑγιω̃ς
9 ἄνοιγε σὸν στόμα καὶ κρι̃νε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενη̃
10 γυναι̃κα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελω̃ν ἡ τοιαύτη
11 θαρσει̃ ἐπ' αὐτη̨̃ ἡ καρδία του̃ ἀνδρὸς αὐτη̃ς ἡ τοιαύτη καλω̃ν σκύλων οὐκ ἀπορήσει
12 ἐνεργει̃ γὰρ τω̨̃ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον
13 μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ται̃ς χερσὶν αὐτη̃ς
14 ἐγένετο ὡσεὶ ναυ̃ς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον
15 καὶ ἀνίσταται ἐκ νυκτω̃ν καὶ ἔδωκεν βρώματα τω̨̃ οἴκω̨ καὶ ἔργα ται̃ς θεραπαίναις
16 θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπω̃ν χειρω̃ν αὐτη̃ς κατεφύτευσεν κτη̃μα
17 ἀναζωσαμένη ἰσχυρω̃ς τὴν ὀσφὺν αὐτη̃ς ἤρεισεν τοὺς βραχίονας αὐτη̃ς εἰς ἔργον
18 ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτη̃ς
19 τοὺς πήχεις αὐτη̃ς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χει̃ρας αὐτη̃ς ἐρείδει εἰς ἄτρακτον
20 χει̃ρας δὲ αὐτη̃ς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχω̨̃
21 οὐ φροντίζει τω̃ν ἐν οἴκω̨ ὁ ἀνὴρ αὐτη̃ς ὅταν που χρονίζη̨ πάντες γὰρ οἱ παρ' αὐτη̃ς ἐνδιδύσκονται
22 δισσὰς χλαίνας ἐποίησεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτη̨̃ ἐνδύματα
23 περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς ἡνίκα ἂν καθίση̨ ἐν συνεδρίω̨ μετὰ τω̃ν γερόντων κατοίκων τη̃ς γη̃ς
24 σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοι̃ς Χαναναίοις
25 στόμα αὐτη̃ς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τη̨̃ γλώσση̨ αὐτη̃ς
26 ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις
27 στεγναὶ διατριβαὶ οἴκων αὐτη̃ς σι̃τα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν
28 τὸ στόμα δὲ ἀνοίγει σοφω̃ς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτη̃ς ἀνέστησεν τὰ τέκνα αὐτη̃ς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτη̃ς ἤ̨νεσεν αὐτήν
29 πολλαὶ θυγατέρες ἐκτήσαντο πλου̃τον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερη̃ρας πάσας
30 ψευδει̃ς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογει̃ται φόβον δὲ κυρίου αὕτη αἰνείτω
31 δότε αὐτη̨̃ ἀπὸ καρπω̃ν χειρω̃ν αὐτη̃ς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).