Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 32

αὑ̃ται αἱ παιδει̃αι σαλωμω̃ντος αἱ ἀδιάκριτοι ἃς ἐξεγράψαντο οἱ φίλοι Εζεκιου του̃ βασιλέως τη̃ς Ιουδαίας
δόξα θεου̃ κρύπτει λόγον δόξα δὲ βασιλέως τιμα̨̃ πράγματα
οὐρανὸς ὑψηλός γη̃ δὲ βαθει̃α καρδία δὲ βασιλέως ἀνεξέλεγκτος
τύπτε ἀδόκιμον ἀργύριον καὶ καθαρισθήσεται καθαρὸν ἅπαν
κτει̃νε ἀσεβει̃ς ἐκ προσώπου βασιλέως καὶ κατορθώσει ἐν δικαιοσύνη̨ ὁ θρόνος αὐτου̃
μὴ ἀλαζονεύου ἐνώπιον βασιλέως μηδὲ ἐν τόποις δυναστω̃ν ὑφίστασο
κρει̃σσον γάρ σοι τὸ ῥηθη̃ναι ἀνάβαινε πρός με ἢ ταπεινω̃σαί σε ἐν προσώπω̨ δυνάστου ἃ εἰ̃δον οἱ ὀφθαλμοί σου λέγε
μὴ πρόσπιπτε εἰς μάχην ταχέως ἵνα μὴ μεταμεληθη̨̃ς ἐπ' ἐσχάτων ἡνίκα ἄν σε ὀνειδίση̨ ὁ σὸς φίλος
ἀναχώρει εἰς τὰ ὀπίσω μὴ καταφρόνει
10 μή σε ὀνειδίση̨ μὲν ὁ φίλος ἡ δὲ μάχη σου καὶ ἡ ἔχθρα οὐκ ἀπέσται ἀλλ' ἔσται σοι ἴση θανάτω̨
11 μη̃λον χρυσου̃ν ἐν ὁρμίσκω̨ σαρδίου οὕτως εἰπει̃ν λόγον
12 εἰς ἐνώτιον χρυσου̃ν σάρδιον πολυτελὲς δέδεται λόγος σοφὸς εἰς εὐήκοον οὐ̃ς
13 ὥσπερ ἔξοδος χιόνος ἐν ἀμήτω̨ κατὰ καυ̃μα ὠφελει̃ οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν ψυχὰς γὰρ τω̃ν αὐτω̨̃ χρωμένων ὠφελει̃
14 ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ ἐπιφανέστατοι οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδει̃
15 ἐν μακροθυμία̨ εὐοδία βασιλευ̃σιν γλω̃σσα δὲ μαλακὴ συντρίβει ὀστα̃
16 μέλι εὑρὼν φάγε τὸ ἱκανόν μήποτε πλησθεὶς ἐξεμέση̨ς
17 σπάνιον εἴσαγε σὸν πόδα πρὸς τὸν σεαυτου̃ φίλον μήποτε πλησθείς σου μισήση̨ σε
18 ῥόπαλον καὶ μάχαιρα καὶ τόξευμα ἀκιδωτόν οὕτως καὶ ἀνὴρ ὁ καταμαρτυρω̃ν του̃ φίλου αὐτου̃ μαρτυρίαν ψευδη̃
19 ὀδοὺς κακου̃ καὶ ποὺς παρανόμου ὀλει̃ται ἐν ἡμέρα̨ κακη̨̃
20 ὥσπερ ὄξος ἕλκει ἀσύμφορον οὕτως προσπεσὸν πάθος ἐν σώματι καρδίαν λυπει̃
21 ἐὰν πεινα̨̃ ὁ ἐχθρός σου τρέφε αὐτόν ἐὰν διψα̨̃ πότιζε αὐτόν
22 του̃το γὰρ ποιω̃ν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτου̃ ὁ δὲ κύριος ἀνταποδώσει σοι ἀγαθά
23 ἄνεμος βορέας ἐξεγείρει νέφη πρόσωπον δὲ ἀναιδὲς γλω̃σσαν ἐρεθίζει
24 κρει̃ττον οἰκει̃ν ἐπὶ γωνίας δώματος ἢ μετὰ γυναικὸς λοιδόρου ἐν οἰκία̨ κοινη̨̃
25 ὥσπερ ὕδωρ ψυχρὸν ψυχη̨̃ διψώση̨ προσηνές οὕτως ἀγγελία ἀγαθὴ ἐκ γη̃ς μακρόθεν
26 ὥσπερ εἴ τις πηγὴν φράσσοι καὶ ὕδατος ἔξοδον λυμαίνοιτο οὕτως ἄκοσμον δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβου̃ς
27 ἐσθίειν μέλι πολὺ οὐ καλόν τιμα̃ν δὲ χρὴ λόγους ἐνδόξους
28 ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη καὶ ἀτείχιστος οὕτως ἀνὴρ ὃς οὐ μετὰ βουλη̃ς τι πράσσει
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).