Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 31

οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεου̃ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτου̃
τί τέκνον τηρήσεις τί ῥήσεις θεου̃ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμη̃ς κοιλίας τί τέκνον ἐμω̃ν εὐχω̃ν
μὴ δω̨̃ς γυναιξὶ σὸν πλου̃τον καὶ τὸν σὸν νου̃ν καὶ βίον εἰς ὑστεροβουλίαν
μετὰ βουλη̃ς πάντα ποίει μετὰ βουλη̃ς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἰ̃νον δὲ μὴ πινέτωσαν
ἵνα μὴ πιόντες ἐπιλάθωνται τη̃ς σοφίας καὶ ὀρθὰ κρι̃ναι οὐ μὴ δύνωνται τοὺς ἀσθενει̃ς
δίδοτε μέθην τοι̃ς ἐν λύπαις καὶ οἰ̃νον πίνειν τοι̃ς ἐν ὀδύναις
ἵνα ἐπιλάθωνται τη̃ς πενίας καὶ τω̃ν πόνων μὴ μνησθω̃σιν ἔτι
ἄνοιγε σὸν στόμα λόγω̨ θεου̃ καὶ κρι̃νε πάντας ὑγιω̃ς
ἄνοιγε σὸν στόμα καὶ κρι̃νε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενη̃
10 γυναι̃κα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελω̃ν ἡ τοιαύτη
11 θαρσει̃ ἐπ' αὐτη̨̃ ἡ καρδία του̃ ἀνδρὸς αὐτη̃ς ἡ τοιαύτη καλω̃ν σκύλων οὐκ ἀπορήσει
12 ἐνεργει̃ γὰρ τω̨̃ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον
13 μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ται̃ς χερσὶν αὐτη̃ς
14 ἐγένετο ὡσεὶ ναυ̃ς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον
15 καὶ ἀνίσταται ἐκ νυκτω̃ν καὶ ἔδωκεν βρώματα τω̨̃ οἴκω̨ καὶ ἔργα ται̃ς θεραπαίναις
16 θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπω̃ν χειρω̃ν αὐτη̃ς κατεφύτευσεν κτη̃μα
17 ἀναζωσαμένη ἰσχυρω̃ς τὴν ὀσφὺν αὐτη̃ς ἤρεισεν τοὺς βραχίονας αὐτη̃ς εἰς ἔργον
18 ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτη̃ς
19 τοὺς πήχεις αὐτη̃ς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χει̃ρας αὐτη̃ς ἐρείδει εἰς ἄτρακτον
20 χει̃ρας δὲ αὐτη̃ς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχω̨̃
21 οὐ φροντίζει τω̃ν ἐν οἴκω̨ ὁ ἀνὴρ αὐτη̃ς ὅταν που χρονίζη̨ πάντες γὰρ οἱ παρ' αὐτη̃ς ἐνδιδύσκονται
22 δισσὰς χλαίνας ἐποίησεν τω̨̃ ἀνδρὶ αὐτη̃ς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτη̨̃ ἐνδύματα
23 περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς ἡνίκα ἂν καθίση̨ ἐν συνεδρίω̨ μετὰ τω̃ν γερόντων κατοίκων τη̃ς γη̃ς
24 σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοι̃ς Χαναναίοις
25 στόμα αὐτη̃ς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τη̨̃ γλώσση̨ αὐτη̃ς
26 ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις
27 στεγναὶ διατριβαὶ οἴκων αὐτη̃ς σι̃τα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν
28 τὸ στόμα δὲ ἀνοίγει σοφω̃ς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτη̃ς ἀνέστησεν τὰ τέκνα αὐτη̃ς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτη̃ς ἤ̨νεσεν αὐτήν
29 πολλαὶ θυγατέρες ἐκτήσαντο πλου̃τον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερη̃ρας πάσας
30 ψευδει̃ς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογει̃ται φόβον δὲ κυρίου αὕτη αἰνείτω
31 δότε αὐτη̨̃ ἀπὸ καρπω̃ν χειρω̃ν αὐτη̃ς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτη̃ς
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).