Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 7

1 υἱέ φύλασσε ἐμοὺς λόγους τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτω̨̃
2 φύλαξον ἐμὰς ἐντολάς καὶ βιώσεις τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων
3 περίθου δὲ αὐτοὺς σοι̃ς δακτύλοις ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τη̃ς καρδίας σου
4 εἰ̃πον τὴν σοφίαν σὴν ἀδελφὴν εἰ̃ναι τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτω̨̃
5 ἵνα σε τηρήση̨ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρα̃ς ἐάν σε λόγοις τοι̃ς πρὸς χάριν ἐμβάληται
6 ἀπὸ γὰρ θυρίδος ἐκ του̃ οἴκου αὐτη̃ς εἰς τὰς πλατείας παρακύπτουσα
7 ὃν ἂν ἴδη̨ τω̃ν ἀφρόνων τέκνων νεανίαν ἐνδεη̃ φρενω̃ν
8 παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτη̃ς
9 καὶ λαλου̃ντα ἐν σκότει ἑσπερινω̨̃ ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ἠ̨̃ καὶ γνοφώδης
10 ἡ δὲ γυνὴ συναντα̨̃ αὐτω̨̃ εἰ̃δος ἔχουσα πορνικόν ἣ ποιει̃ νέων ἐξίπτασθαι καρδίας
11 ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος ἐν οἴκω̨ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτη̃ς
12 χρόνον γάρ τινα ἔξω ῥέμβεται χρόνον δὲ ἐν πλατείαις παρὰ πα̃σαν γωνίαν ἐνεδρεύει
13 εἰ̃τα ἐπιλαβομένη ἐφίλησεν αὐτόν ἀναιδει̃ δὲ προσώπω̨ προσει̃πεν αὐτω̨̃
14 θυσία εἰρηνική μοί ἐστιν σήμερον ἀποδίδωμι τὰς εὐχάς μου
15 ἕνεκα τούτου ἐξη̃λθον εἰς συνάντησίν σοι ποθου̃σα τὸ σὸν πρόσωπον εὕρηκά σε
16 κειρίαις τέτακα τὴν κλίνην μου ἀμφιτάποις δὲ ἔστρωκα τοι̃ς ἀπ' Αἰγύπτου
17 διέρραγκα τὴν κοίτην μου κρόκω̨ τὸν δὲ οἰ̃κόν μου κινναμώμω̨
18 ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου δευ̃ρο καὶ ἐγκυλισθω̃μεν ἔρωτι
19 οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκω̨ πεπόρευται δὲ ὁδὸν μακρὰν
20 ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτου̃ δι' ἡμερω̃ν πολλω̃ν ἐπανήξει εἰς τὸν οἰ̃κον αὐτου̃
21 ἀπεπλάνησεν δὲ αὐτὸν πολλη̨̃ ὁμιλία̨ βρόχοις τε τοι̃ς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν
22 ὁ δὲ ἐπηκολούθησεν αὐτη̨̃ κεπφωθείς ὥσπερ δὲ βου̃ς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς
23 ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἡ̃παρ σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχη̃ς τρέχει
24 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου
25 μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτη̃ς ἡ καρδία σου
26 πολλοὺς γὰρ τρώσασα καταβέβληκεν καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν
27 ὁδοὶ ἅ̨δου ὁ οἰ̃κος αὐτη̃ς κατάγουσαι εἰς τὰ ταμίεια του̃ θανάτου
Читать далее:ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 8
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).