Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 8

1 σὺ τὴν σοφίαν κηρύξεις ἵνα φρόνησίς σοι ὑπακούση̨
2 ἐπὶ γὰρ τω̃ν ὑψηλω̃ν ἄκρων ἐστίν ἀνὰ μέσον δὲ τω̃ν τρίβων ἕστηκεν
3 παρὰ γὰρ πύλαις δυναστω̃ν παρεδρεύει ἐν δὲ εἰσόδοις ὑμνει̃ται
4 ὑμα̃ς ὠ̃ ἄνθρωποι παρακαλω̃ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοι̃ς ἀνθρώπων
5 νοήσατε ἄκακοι πανουργίαν οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν
6 εἰσακούσατέ μου σεμνὰ γὰρ ἐρω̃ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά
7 ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου ἐβδελυγμένα δὲ ἐναντίον ἐμου̃ χείλη ψευδη̃
8 μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα του̃ στόματός μου οὐδὲν ἐν αὐτοι̃ς σκολιὸν οὐδὲ στραγγαλω̃δες
9 πάντα ἐνώπια τοι̃ς συνιου̃σιν καὶ ὀρθὰ τοι̃ς εὑρίσκουσι γνω̃σιν
10 λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνω̃σιν ὑπὲρ χρυσίον δεδοκιμασμένον ἀνθαιρει̃σθε δὲ αἴσθησιν χρυσίου καθαρου̃
11 κρείσσων γὰρ σοφία λίθων πολυτελω̃ν πα̃ν δὲ τίμιον οὐκ ἄξιον αὐτη̃ς ἐστιν
12 ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν καὶ γνω̃σιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην
13 φόβος κυρίου μισει̃ ἀδικίαν ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρω̃ν μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακω̃ν
14 ἐμὴ βουλὴ καὶ ἀσφάλεια ἐμὴ φρόνησις ἐμὴ δὲ ἰσχύς
15 δι' ἐμου̃ βασιλει̃ς βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην
16 δι' ἐμου̃ μεγιστα̃νες μεγαλύνονται καὶ τύραννοι δι' ἐμου̃ κρατου̃σι γη̃ς
17 ἐγὼ τοὺς ἐμὲ φιλου̃ντας ἀγαπω̃ οἱ δὲ ἐμὲ ζητου̃ντες εὑρήσουσιν
18 πλου̃τος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτη̃σις πολλω̃ν καὶ δικαιοσύνη
19 βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτου̃
20 ἐν ὁδοι̃ς δικαιοσύνης περιπατω̃ καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι
21 ἵνα μερίσω τοι̃ς ἐμὲ ἀγαπω̃σιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτω̃ν ἐμπλήσω ἀγαθω̃ν
22 κύριος ἔκτισέν με ἀρχὴν ὁδω̃ν αὐτου̃ εἰς ἔργα αὐτου̃
23 πρὸ του̃ αἰω̃νος ἐθεμελίωσέν με ἐν ἀρχη̨̃
24 πρὸ του̃ τὴν γη̃ν ποιη̃σαι καὶ πρὸ του̃ τὰς ἀβύσσους ποιη̃σαι πρὸ του̃ προελθει̃ν τὰς πηγὰς τω̃ν ὑδάτων
25 πρὸ του̃ ὄρη ἑδρασθη̃ναι πρὸ δὲ πάντων βουνω̃ν γεννα̨̃ με
26 κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τη̃ς ὑπ' οὐρανόν
27 ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν συμπαρήμην αὐτω̨̃ καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτου̃ θρόνον ἐπ' ἀνέμων
28 ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη καὶ ὡς ἀσφαλει̃ς ἐτίθει πηγὰς τη̃ς ὑπ' οὐρανὸν
29 καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τη̃ς γη̃ς
30 ἤμην παρ' αὐτω̨̃ ἁρμόζουσα ἐγὼ ἤμην ἡ̨̃ προσέχαιρεν καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπω̨ αὐτου̃ ἐν παντὶ καιρω̨̃
31 ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνευφραίνετο ἐν υἱοι̃ς ἀνθρώπων
32 νυ̃ν οὐ̃ν υἱέ ἄκουέ μου
33 ...
34 μακάριος ἀνήρ ὃς εἰσακούσεταί μου καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνω̃ν ἐπ' ἐμαι̃ς θύραις καθ' ἡμέραν τηρω̃ν σταθμοὺς ἐμω̃ν εἰσόδων
35 αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωη̃ς καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου
36 οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβου̃σιν τὰς ἑαυτω̃ν ψυχάς καὶ οἱ μισου̃ντές με ἀγαπω̃σιν θάνατον
Читать далее:ΠΑΡΟΙΜΙΑΙ, κεφαλίς 9
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).