ΨΑΛΜΟΙ,
ψαλμὀς 1
1 μακάριος ἀνήρ ὃς οὐκ ἐπορεύθη ἐν βουλη̨̃ ἀσεβω̃ν καὶ ἐν ὁδω̨̃ ἁμαρτωλω̃ν οὐκ ἔστη καὶ ἐπὶ καθέδραν λοιμω̃ν οὐκ ἐκάθισεν |
2 ἀλλ' ἢ ἐν τω̨̃ νόμω̨ κυρίου τὸ θέλημα αὐτου̃ καὶ ἐν τω̨̃ νόμω̨ αὐτου̃ μελετήσει ἡμέρας καὶ νυκτός |
3 καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τω̃ν ὑδάτων ὃ τὸν καρπὸν αὐτου̃ δώσει ἐν καιρω̨̃ αὐτου̃ καὶ τὸ φύλλον αὐτου̃ οὐκ ἀπορρυήσεται καὶ πάντα ὅσα ἂν ποιη̨̃ κατευοδωθήσεται |
4 οὐχ οὕτως οἱ ἀσεβει̃ς οὐχ οὕτως ἀλλ' ἢ ὡς ὁ χνου̃ς ὃν ἐκριπτει̃ ὁ ἄνεμος ἀπὸ προσώπου τη̃ς γη̃ς |
5 διὰ του̃το οὐκ ἀναστήσονται ἀσεβει̃ς ἐν κρίσει οὐδὲ ἁμαρτωλοὶ ἐν βουλη̨̃ δικαίων |
6 ὅτι γινώσκει κύριος ὁδὸν δικαίων καὶ ὁδὸς ἀσεβω̃ν ἀπολει̃ται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.