ΨΑΛΜΟΙ,
ψαλμὀς 2
1 ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά |
2 παρέστησαν οἱ βασιλει̃ς τη̃ς γη̃ς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ του̃ κυρίου καὶ κατὰ του̃ χριστου̃ αὐτου̃ διάψαλμα |
3 διαρρήξωμεν τοὺς δεσμοὺς αὐτω̃ν καὶ ἀπορρίψωμεν ἀφ' ἡμω̃ν τὸν ζυγὸν αὐτω̃ν |
4 ὁ κατοικω̃ν ἐν οὐρανοι̃ς ἐκγελάσεται αὐτούς καὶ ὁ κύριος ἐκμυκτηριει̃ αὐτούς |
5 τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργη̨̃ αὐτου̃ καὶ ἐν τω̨̃ θυμω̨̃ αὐτου̃ ταράξει αὐτούς |
6 ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτου̃ ἐπὶ Σιων ὄρος τὸ ἅγιον αὐτου̃ |
7 διαγγέλλων τὸ πρόσταγμα κυρίου κύριος εἰ̃πεν πρός με υἱός μου εἰ̃ σύ ἐγὼ σήμερον γεγέννηκά σε |
8 αἴτησαι παρ' ἐμου̃ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τη̃ς γη̃ς |
9 ποιμανει̃ς αὐτοὺς ἐν ῥάβδω̨ σιδηρα̨̃ ὡς σκευ̃ος κεραμέως συντρίψεις αὐτούς |
10 καὶ νυ̃ν βασιλει̃ς σύνετε παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γη̃ν |
11 δουλεύσατε τω̨̃ κυρίω̨ ἐν φόβω̨ καὶ ἀγαλλια̃σθε αὐτω̨̃ ἐν τρόμω̨ |
12 δράξασθε παιδείας μήποτε ὀργισθη̨̃ κύριος καὶ ἀπολει̃σθε ἐξ ὁδου̃ δικαίας ὅταν ἐκκαυθη̨̃ ἐν τάχει ὁ θυμὸς αὐτου̃ μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτω̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.