ΨΑΛΜΟΙ,
ψαλμὀς 10
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ ἐπὶ τω̨̃ κυρίω̨ πέποιθα πα̃ς ἐρει̃τε τη̨̃ ψυχη̨̃ μου μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον |
2 ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον ἡτοίμασαν βέλη εἰς φαρέτραν του̃ κατατοξευ̃σαι ἐν σκοτομήνη̨ τοὺς εὐθει̃ς τη̨̃ καρδία̨ |
3 ὅτι ἃ κατηρτίσω καθει̃λον ὁ δὲ δίκαιος τί ἐποίησεν |
4 κύριος ἐν ναω̨̃ ἁγίω̨ αὐτου̃ κύριος ἐν οὐρανω̨̃ ὁ θρόνος αὐτου̃ οἱ ὀφθαλμοὶ αὐτου̃ εἰς τὸν πένητα ἀποβλέπουσιν τὰ βλέφαρα αὐτου̃ ἐξετάζει τοὺς υἱοὺς τω̃ν ἀνθρώπων |
5 κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβη̃ ὁ δὲ ἀγαπω̃ν ἀδικίαν μισει̃ τὴν ἑαυτου̃ ψυχήν |
6 ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας πυ̃ρ καὶ θει̃ον καὶ πνευ̃μα καταιγίδος ἡ μερὶς του̃ ποτηρίου αὐτω̃ν |
7 ὅτι δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν εὐθύτητα εἰ̃δεν τὸ πρόσωπον αὐτου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.