ΨΑΛΜΟΙ,
ψαλμὀς 11
1 εἰς τὸ τέλος ὑπὲρ τη̃ς ὀγδόης ψαλμὸς τω̨̃ Δαυιδ |
2 σω̃σόν με κύριε ὅτι ἐκλέλοιπεν ὅσιος ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τω̃ν υἱω̃ν τω̃ν ἀνθρώπων |
3 μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτου̃ χείλη δόλια ἐν καρδία̨ καὶ ἐν καρδία̨ ἐλάλησαν |
4 ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλω̃σσαν μεγαλορήμονα |
5 τοὺς εἰπόντας τὴν γλω̃σσαν ἡμω̃ν μεγαλυνου̃μεν τὰ χείλη ἡμω̃ν παρ' ἡμω̃ν ἐστιν τίς ἡμω̃ν κύριός ἐστιν |
6 ἀπὸ τη̃ς ταλαιπωρίας τω̃ν πτωχω̃ν καὶ ἀπὸ του̃ στεναγμου̃ τω̃ν πενήτων νυ̃ν ἀναστήσομαι λέγει κύριος θήσομαι ἐν σωτηρία̨ παρρησιάσομαι ἐν αὐτω̨̃ |
7 τὰ λόγια κυρίου λόγια ἁγνά ἀργύριον πεπυρωμένον δοκίμιον τη̨̃ γη̨̃ κεκαθαρισμένον ἑπταπλασίως |
8 σύ κύριε φυλάξεις ἡμα̃ς καὶ διατηρήσεις ἡμα̃ς ἀπὸ τη̃ς γενεα̃ς ταύτης καὶ εἰς τὸν αἰω̃να |
9 κύκλω̨ οἱ ἀσεβει̃ς περιπατου̃σιν κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τω̃ν ἀνθρώπων |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.