ΨΑΛΜΟΙ,
ψαλμὀς 12
1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ |
2 ἕως πότε κύριε ἐπιλήση̨ μου εἰς τέλος ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ |
3 ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχη̨̃ μου ὀδύνας ἐν καρδία̨ μου ἡμέρας ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ |
4 ἐπίβλεψον εἰσάκουσόν μου κύριε ὁ θεός μου φώτισον τοὺς ὀφθαλμούς μου μήποτε ὑπνώσω εἰς θάνατον |
5 μήποτε εἴπη̨ ὁ ἐχθρός μου ἴσχυσα πρὸς αὐτόν οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθω̃ |
6 ἐγὼ δὲ ἐπὶ τω̨̃ ἐλέει σου ἤλπισα ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τω̨̃ σωτηρίω̨ σου ἄ̨σω τω̨̃ κυρίω̨ τω̨̃ εὐεργετήσαντί με καὶ ψαλω̃ τω̨̃ ὀνόματι κυρίου του̃ ὑψίστου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.