ΨΑΛΜΟΙ,
ψαλμὀς 111
1 αλληλουια μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον ἐν ται̃ς ἐντολαι̃ς αὐτου̃ θελήσει σφόδρα |
2 δυνατὸν ἐν τη̨̃ γη̨̃ ἔσται τὸ σπέρμα αὐτου̃ γενεὰ εὐθείων εὐλογηθήσεται |
3 δόξα καὶ πλου̃τος ἐν τω̨̃ οἴκω̨ αὐτου̃ καὶ ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος |
4 ἐξανέτειλεν ἐν σκότει φω̃ς τοι̃ς εὐθέσιν ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος |
5 χρηστὸς ἀνὴρ ὁ οἰκτίρων καὶ κιχρω̃ν οἰκονομήσει τοὺς λόγους αὐτου̃ ἐν κρίσει |
6 ὅτι εἰς τὸν αἰω̃να οὐ σαλευθήσεται εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος |
7 ἀπὸ ἀκοη̃ς πονηρα̃ς οὐ φοβηθήσεται ἑτοίμη ἡ καρδία αὐτου̃ ἐλπίζειν ἐπὶ κύριον |
8 ἐστήρικται ἡ καρδία αὐτου̃ οὐ μὴ φοβηθη̨̃ ἕως οὑ̃ ἐπίδη̨ ἐπὶ τοὺς ἐχθροὺς αὐτου̃ |
9 ἐσκόρπισεν ἔδωκεν τοι̃ς πένησιν ἡ δικαιοσύνη αὐτου̃ μένει εἰς τὸν αἰω̃να του̃ αἰω̃νος τὸ κέρας αὐτου̃ ὑψωθήσεται ἐν δόξη̨ |
10 ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται τοὺς ὀδόντας αὐτου̃ βρύξει καὶ τακήσεται ἐπιθυμία ἁμαρτωλω̃ν ἀπολει̃ται |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.