ΨΑΛΜΟΙ,
ψαλμὀς 114
1 αλληλουια ἠγάπησα ὅτι εἰσακούσεται κύριος τη̃ς φωνη̃ς τη̃ς δεήσεώς μου |
2 ὅτι ἔκλινεν τὸ οὐ̃ς αὐτου̃ ἐμοί καὶ ἐν ται̃ς ἡμέραις μου ἐπικαλέσομαι |
3 περιέσχον με ὠδι̃νες θανάτου κίνδυνοι ἅ̨δου εὕροσάν με θλι̃ψιν καὶ ὀδύνην εὑ̃ρον |
4 καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην ὠ̃ κύριε ῥυ̃σαι τὴν ψυχήν μου |
5 ἐλεήμων ὁ κύριος καὶ δίκαιος καὶ ὁ θεὸς ἡμω̃ν ἐλεα̨̃ |
6 φυλάσσων τὰ νήπια ὁ κύριος ἐταπεινώθην καὶ ἔσωσέν με |
7 ἐπίστρεψον ἡ ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σε |
8 ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος |
9 εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρα̨ ζώντων |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.