ΨΑΛΜΟΙ,
ψαλμὀς 125
1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν ἐν τω̨̃ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων ἐγενήθημεν ὡς παρακεκλημένοι |
2 τότε ἐπλήσθη χαρα̃ς τὸ στόμα ἡμω̃ν καὶ ἡ γλω̃σσα ἡμω̃ν ἀγαλλιάσεως τότε ἐρου̃σιν ἐν τοι̃ς ἔθνεσιν ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι μετ' αὐτω̃ν |
3 ἐμεγάλυνεν κύριος του̃ ποιη̃σαι μεθ' ἡμω̃ν ἐγενήθημεν εὐφραινόμενοι |
4 ἐπίστρεψον κύριε τὴν αἰχμαλωσίαν ἡμω̃ν ὡς χειμάρρους ἐν τω̨̃ νότω̨ |
5 οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριου̃σιν |
6 πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτω̃ν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτω̃ν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.