ΨΑΛΜΟΙ,
ψαλμὀς 131
1 ὠ̨δὴ τω̃ν ἀναβαθμω̃ν μνήσθητι κύριε του̃ Δαυιδ καὶ πάσης τη̃ς πραΰτητος αὐτου̃ |
2 ὡς ὤμοσεν τω̨̃ κυρίω̨ ηὔξατο τω̨̃ θεω̨̃ Ιακωβ |
3 εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνη̃ς μου |
4 εἰ δώσω ὕπνον τοι̃ς ὀφθαλμοι̃ς μου καὶ τοι̃ς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοι̃ς κροτάφοις μου |
5 ἕως οὑ̃ εὕρω τόπον τω̨̃ κυρίω̨ σκήνωμα τω̨̃ θεω̨̃ Ιακωβ |
6 ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εφραθα εὕρομεν αὐτὴν ἐν τοι̃ς πεδίοις του̃ δρυμου̃ |
7 εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτου̃ προσκυνήσομεν εἰς τὸν τόπον οὑ̃ ἔστησαν οἱ πόδες αὐτου̃ |
8 ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς του̃ ἁγιάσματός σου |
9 οἱ ἱερει̃ς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται |
10 ἕνεκεν Δαυιδ του̃ δούλου σου μὴ ἀποστρέψη̨ς τὸ πρόσωπον του̃ χριστου̃ σου |
11 ὤμοσεν κύριος τω̨̃ Δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρπου̃ τη̃ς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου |
12 ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταυ̃τα ἃ διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτω̃ν ἕως του̃ αἰω̃νος καθιου̃νται ἐπὶ του̃ θρόνου σου |
13 ὅτι ἐξελέξατο κύριος τὴν Σιων ἡ̨ρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτω̨̃ |
14 αὕτη ἡ κατάπαυσίς μου εἰς αἰω̃να αἰω̃νος ὡ̃δε κατοικήσω ὅτι ἡ̨ρετισάμην αὐτήν |
15 τὴν θήραν αὐτη̃ς εὐλογω̃ν εὐλογήσω τοὺς πτωχοὺς αὐτη̃ς χορτάσω ἄρτων |
16 τοὺς ἱερει̃ς αὐτη̃ς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτη̃ς ἀγαλλιάσει ἀγαλλιάσονται |
17 ἐκει̃ ἐξανατελω̃ κέρας τω̨̃ Δαυιδ ἡτοίμασα λύχνον τω̨̃ χριστω̨̃ μου |
18 τοὺς ἐχθροὺς αὐτου̃ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.