Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 139

1 εἰς τὸ τέλος ψαλμὸς τω̨̃ Δαυιδ
2 ἐξελου̃ με κύριε ἐξ ἀνθρώπου πονηρου̃ ἀπὸ ἀνδρὸς ἀδίκου ῥυ̃σαί με
3 οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδία̨ ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους
4 ἠκόνησαν γλω̃σσαν αὐτω̃ν ὡσεὶ ὄφεως ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτω̃ν διάψαλμα
5 φύλαξόν με κύριε ἐκ χειρὸς ἁμαρτωλου̃ ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελου̃ με οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου
6 ἔκρυψαν ὑπερήφανοι παγίδα μοι καὶ σχοινία διέτειναν παγίδας τοι̃ς ποσίν μου ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι διάψαλμα
7 εἰ̃πα τω̨̃ κυρίω̨ θεός μου εἰ̃ σύ ἐνώτισαι κύριε τὴν φωνὴν τη̃ς δεήσεώς μου
8 κύριε κύριε δύναμις τη̃ς σωτηρίας μου ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρα̨ πολέμου
9 μὴ παραδω̨̃ς με κύριε ἀπὸ τη̃ς ἐπιθυμίας μου ἁμαρτωλω̨̃ διελογίσαντο κατ' ἐμου̃ μὴ ἐγκαταλίπη̨ς με μήποτε ὑψωθω̃σιν διάψαλμα
10 ἡ κεφαλὴ του̃ κυκλώματος αὐτω̃ν κόπος τω̃ν χειλέων αὐτω̃ν καλύψει αὐτούς
11 πεσου̃νται ἐπ' αὐτοὺς ἄνθρακες ἐν πυρὶ καταβαλει̃ς αὐτούς ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστω̃σιν
12 ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τη̃ς γη̃ς ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν
13 ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν του̃ πτωχου̃ καὶ τὴν δίκην τω̃ν πενήτων
14 πλὴν δίκαιοι ἐξομολογήσονται τω̨̃ ὀνόματί σου καὶ κατοικήσουσιν εὐθει̃ς σὺν τω̨̃ προσώπω̨ σου
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 140
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).