ΨΑΛΜΟΙ,
ψαλμὀς 148
1 αλληλουια Αγγαιου καὶ Ζαχαριου αἰνει̃τε τὸν κύριον ἐκ τω̃ν οὐρανω̃ν αἰνει̃τε αὐτὸν ἐν τοι̃ς ὑψίστοις |
2 αἰνει̃τε αὐτόν πάντες οἱ ἄγγελοι αὐτου̃ αἰνει̃τε αὐτόν πα̃σαι αἱ δυνάμεις αὐτου̃ |
3 αἰνει̃τε αὐτόν ἥλιος καὶ σελήνη αἰνει̃τε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φω̃ς |
4 αἰνει̃τε αὐτόν οἱ οὐρανοὶ τω̃ν οὐρανω̃ν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τω̃ν οὐρανω̃ν |
5 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι αὐτὸς εἰ̃πεν καὶ ἐγενήθησαν αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν |
6 ἔστησεν αὐτὰ εἰς τὸν αἰω̃να καὶ εἰς τὸν αἰω̃να του̃ αἰω̃νος πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται |
7 αἰνει̃τε τὸν κύριον ἐκ τη̃ς γη̃ς δράκοντες καὶ πα̃σαι ἄβυσσοι |
8 πυ̃ρ χάλαζα χιών κρύσταλλος πνευ̃μα καταιγίδος τὰ ποιου̃ντα τὸν λόγον αὐτου̃ |
9 τὰ ὄρη καὶ πάντες οἱ βουνοί ξύλα καρποφόρα καὶ πα̃σαι κέδροι |
10 τὰ θηρία καὶ πάντα τὰ κτήνη ἑρπετὰ καὶ πετεινὰ πτερωτά |
11 βασιλει̃ς τη̃ς γη̃ς καὶ πάντες λαοί ἄρχοντες καὶ πάντες κριταὶ γη̃ς |
12 νεανίσκοι καὶ παρθένοι πρεσβυ̃ται μετὰ νεωτέρων |
13 αἰνεσάτωσαν τὸ ὄνομα κυρίου ὅτι ὑψώθη τὸ ὄνομα αὐτου̃ μόνου ἡ ἐξομολόγησις αὐτου̃ ἐπὶ γη̃ς καὶ οὐρανου̃ |
14 καὶ ὑψώσει κέρας λαου̃ αὐτου̃ ὕμνος πα̃σι τοι̃ς ὁσίοις αὐτου̃ τοι̃ς υἱοι̃ς Ισραηλ λαω̨̃ ἐγγίζοντι αὐτω̨̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.