ΨΑΛΜΟΙ,
ψαλμὀς 3
1 ψαλμὸς τω̨̃ Δαυιδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Αβεσσαλωμ του̃ υἱου̃ αὐτου̃ |
2 κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ |
3 πολλοὶ λέγουσιν τη̨̃ ψυχη̨̃ μου οὐκ ἔστιν σωτηρία αὐτω̨̃ ἐν τω̨̃ θεω̨̃ αὐτου̃ διάψαλμα |
4 σὺ δέ κύριε ἀντιλήμπτωρ μου εἰ̃ δόξα μου καὶ ὑψω̃ν τὴν κεφαλήν μου |
5 φωνη̨̃ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτου̃ διάψαλμα |
6 ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου |
7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαου̃ τω̃ν κύκλω̨ συνεπιτιθεμένων μοι |
8 ἀνάστα κύριε σω̃σόν με ὁ θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλω̃ν συνέτριψας |
9 του̃ κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.