Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 26

του̃ Δαυιδ πρὸ του̃ χρισθη̃ναι κύριος φωτισμός μου καὶ σωτήρ μου τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τη̃ς ζωη̃ς μου ἀπὸ τίνος δειλιάσω
ἐν τω̨̃ ἐγγίζειν ἐπ' ἐμὲ κακου̃ντας του̃ φαγει̃ν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν
ἐὰν παρατάξηται ἐπ' ἐμὲ παρεμβολή οὐ φοβηθήσεται ἡ καρδία μου ἐὰν ἐπαναστη̨̃ ἐπ' ἐμὲ πόλεμος ἐν ταύτη̨ ἐγὼ ἐλπίζω
μίαν ἠ̨τησάμην παρὰ κυρίου ταύτην ἐκζητήσω του̃ κατοικει̃ν με ἐν οἴκω̨ κυρίου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς μου του̃ θεωρει̃ν με τὴν τερπνότητα του̃ κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν αὐτου̃
ὅτι ἔκρυψέν με ἐν σκηνη̨̃ ἐν ἡμέρα̨ κακω̃ν μου ἐσκέπασέν με ἐν ἀποκρύφω̨ τη̃ς σκηνη̃ς αὐτου̃ ἐν πέτρα̨ ὕψωσέν με
καὶ νυ̃ν ἰδοὺ ὕψωσεν τὴν κεφαλήν μου ἐπ' ἐχθρούς μου ἐκύκλωσα καὶ ἔθυσα ἐν τη̨̃ σκηνη̨̃ αὐτου̃ θυσίαν ἀλαλαγμου̃ ἄ̨σομαι καὶ ψαλω̃ τω̨̃ κυρίω̨
εἰσάκουσον κύριε τη̃ς φωνη̃ς μου ἡ̃ς ἐκέκραξα ἐλέησόν με καὶ εἰσάκουσόν μου
σοὶ εἰ̃πεν ἡ καρδία μου ἐζήτησεν τὸ πρόσωπόν μου τὸ πρόσωπόν σου κύριε ζητήσω
μὴ ἀποστρέψη̨ς τὸ πρόσωπόν σου ἀπ' ἐμου̃ μὴ ἐκκλίνη̨ς ἐν ὀργη̨̃ ἀπὸ του̃ δούλου σου βοηθός μου γενου̃ μὴ ἀποσκορακίση̨ς με καὶ μὴ ἐγκαταλίπη̨ς με ὁ θεὸς ὁ σωτήρ μου
10 ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με ὁ δὲ κύριος προσελάβετό με
11 νομοθέτησόν με κύριε τη̨̃ ὁδω̨̃ σου καὶ ὁδήγησόν με ἐν τρίβω̨ εὐθεία̨ ἕνεκα τω̃ν ἐχθρω̃ν μου
12 μὴ παραδω̨̃ς με εἰς ψυχὰς θλιβόντων με ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτη̨̃
13 πιστεύω του̃ ἰδει̃ν τὰ ἀγαθὰ κυρίου ἐν γη̨̃ ζώντων
14 ὑπόμεινον τὸν κύριον ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν κύριον
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 27
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).