Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 36

1 του̃ Δαυιδ μὴ παραζήλου ἐν πονηρευομένοις μηδὲ ζήλου τοὺς ποιου̃ντας τὴν ἀνομίαν
2 ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσου̃νται
3 ἔλπισον ἐπὶ κύριον καὶ ποίει χρηστότητα καὶ κατασκήνου τὴν γη̃ν καὶ ποιμανθήση̨ ἐπὶ τω̨̃ πλούτω̨ αὐτη̃ς
4 κατατρύφησον του̃ κυρίου καὶ δώσει σοι τὰ αἰτήματα τη̃ς καρδίας σου
5 ἀποκάλυψον πρὸς κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ' αὐτόν καὶ αὐτὸς ποιήσει
6 καὶ ἐξοίσει ὡς φω̃ς τὴν δικαιοσύνην σου καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν
7 ὑποτάγηθι τω̨̃ κυρίω̨ καὶ ἱκέτευσον αὐτόν μὴ παραζήλου ἐν τω̨̃ κατευοδουμένω̨ ἐν τη̨̃ ὁδω̨̃ αὐτου̃ ἐν ἀνθρώπω̨ ποιου̃ντι παρανομίας
8 παυ̃σαι ἀπὸ ὀργη̃ς καὶ ἐγκατάλιπε θυμόν μὴ παραζήλου ὥστε πονηρεύεσθαι
9 ὅτι οἱ πονηρευόμενοι ἐξολεθρευθήσονται οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν γη̃ν
10 καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξη̨ ὁ ἁμαρτωλός καὶ ζητήσεις τὸν τόπον αὐτου̃ καὶ οὐ μὴ εὕρη̨ς
11 οἱ δὲ πραει̃ς κληρονομήσουσιν γη̃ν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης
12 παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ βρύξει ἐπ' αὐτὸν τοὺς ὀδόντας αὐτου̃
13 ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτου̃
14 ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί ἐνέτειναν τόξον αὐτω̃ν του̃ καταβαλει̃ν πτωχὸν καὶ πένητα του̃ σφάξαι τοὺς εὐθει̃ς τη̨̃ καρδία̨
15 ἡ ῥομφαία αὐτω̃ν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτω̃ν καὶ τὰ τόξα αὐτω̃ν συντριβείησαν
16 κρει̃σσον ὀλίγον τω̨̃ δικαίω̨ ὑπὲρ πλου̃τον ἁμαρτωλω̃ν πολύν
17 ὅτι βραχίονες ἁμαρτωλω̃ν συντριβήσονται ὑποστηρίζει δὲ τοὺς δικαίους κύριος
18 γινώσκει κύριος τὰς ὁδοὺς τω̃ν ἀμώμων καὶ ἡ κληρονομία αὐτω̃ν εἰς τὸν αἰω̃να ἔσται
19 οὐ καταισχυνθήσονται ἐν καιρω̨̃ πονηρω̨̃ καὶ ἐν ἡμέραις λιμου̃ χορτασθήσονται
20 ὅτι οἱ ἁμαρτωλοὶ ἀπολου̃νται οἱ δὲ ἐχθροὶ του̃ κυρίου ἅμα τω̨̃ δοξασθη̃ναι αὐτοὺς καὶ ὑψωθη̃ναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον
21 δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτείσει ὁ δὲ δίκαιος οἰκτίρει καὶ διδοι̃
22 ὅτι οἱ εὐλογου̃ντες αὐτὸν κληρονομήσουσι γη̃ν οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολεθρευθήσονται
23 παρὰ κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται καὶ τὴν ὁδὸν αὐτου̃ θελήσει
24 ὅταν πέση̨ οὐ καταραχθήσεται ὅτι κύριος ἀντιστηρίζει χει̃ρα αὐτου̃
25 νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἰ̃δον δίκαιον ἐγκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτου̃ ζητου̃ν ἄρτους
26 ὅλην τὴν ἡμέραν ἐλεα̨̃ καὶ δανείζει καὶ τὸ σπέρμα αὐτου̃ εἰς εὐλογίαν ἔσται
27 ἔκκλινον ἀπὸ κακου̃ καὶ ποίησον ἀγαθὸν καὶ κατασκήνου εἰς αἰω̃να αἰω̃νος
28 ὅτι κύριος ἀγαπα̨̃ κρίσιν καὶ οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτου̃ εἰς τὸν αἰω̃να φυλαχθήσονται ἄνομοι δὲ ἐκδιωχθήσονται καὶ σπέρμα ἀσεβω̃ν ἐξολεθρευθήσεται
29 δίκαιοι δὲ κληρονομήσουσι γη̃ν καὶ κατασκηνώσουσιν εἰς αἰω̃να αἰω̃νος ἐπ' αὐτη̃ς
30 στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλω̃σσα αὐτου̃ λαλήσει κρίσιν
31 ὁ νόμος του̃ θεου̃ αὐτου̃ ἐν καρδία̨ αὐτου̃ καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτου̃
32 κατανοει̃ ὁ ἁμαρτωλὸς τὸν δίκαιον καὶ ζητει̃ του̃ θανατω̃σαι αὐτόν
33 ὁ δὲ κύριος οὐ μὴ ἐγκαταλίπη̨ αὐτὸν εἰς τὰς χει̃ρας αὐτου̃ οὐδὲ μὴ καταδικάσηται αὐτόν ὅταν κρίνηται αὐτω̨̃
34 ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτου̃ καὶ ὑψώσει σε του̃ κατακληρονομη̃σαι γη̃ν ἐν τω̨̃ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψη̨
35 εἰ̃δον ἀσεβη̃ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους του̃ Λιβάνου
36 καὶ παρη̃λθον καὶ ἰδοὺ οὐκ ἠ̃ν καὶ ἐζήτησα αὐτόν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτου̃
37 φύλασσε ἀκακίαν καὶ ἰδὲ εὐθύτητα ὅτι ἔστιν ἐγκατάλειμμα ἀνθρώπω̨ εἰρηνικω̨̃
38 οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό τὰ ἐγκαταλείμματα τω̃ν ἀσεβω̃ν ἐξολεθρευθήσονται
39 σωτηρία δὲ τω̃ν δικαίων παρὰ κυρίου καὶ ὑπερασπιστὴς αὐτω̃ν ἐστιν ἐν καιρω̨̃ θλίψεως
40 καὶ βοηθήσει αὐτοι̃ς κύριος καὶ ῥύσεται αὐτοὺς καὶ ἐξελει̃ται αὐτοὺς ἐξ ἁμαρτωλω̃ν καὶ σώσει αὐτούς ὅτι ἤλπισαν ἐπ' αὐτόν
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 37
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).