Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΨΑΛΜΟΙ, ψαλμὀς 48

εἰς τὸ τέλος τοι̃ς υἱοι̃ς Κορε ψαλμός
ἀκούσατε ταυ̃τα πάντα τὰ ἔθνη ἐνωτίσασθε πάντες οἱ κατοικου̃ντες τὴν οἰκουμένην
οἵ τε γηγενει̃ς καὶ οἱ υἱοὶ τω̃ν ἀνθρώπων ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης
τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τη̃ς καρδίας μου σύνεσιν
κλινω̃ εἰς παραβολὴν τὸ οὐ̃ς μου ἀνοίξω ἐν ψαλτηρίω̨ τὸ πρόβλημά μου
ἵνα τί φοβου̃μαι ἐν ἡμέρα̨ πονηρα̨̃ ἡ ἀνομία τη̃ς πτέρνης μου κυκλώσει με
οἱ πεποιθότες ἐπὶ τη̨̃ δυνάμει αὐτω̃ν καὶ ἐπὶ τω̨̃ πλήθει του̃ πλούτου αὐτω̃ν καυχώμενοι
ἀδελφὸς οὐ λυτρου̃ται λυτρώσεται ἄνθρωπος οὐ δώσει τω̨̃ θεω̨̃ ἐξίλασμα αὐτου̃
καὶ τὴν τιμὴν τη̃ς λυτρώσεως τη̃ς ψυχη̃ς αὐτου̃
10 καὶ ἐκόπασεν εἰς τὸν αἰω̃να καὶ ζήσεται εἰς τέλος ὅτι οὐκ ὄψεται καταφθοράν ὅταν ἴδη̨ σοφοὺς ἀποθνή̨σκοντας
11 ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολου̃νται καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλου̃τον αὐτω̃ν
12 καὶ οἱ τάφοι αὐτω̃ν οἰκίαι αὐτω̃ν εἰς τὸν αἰω̃να σκηνώματα αὐτω̃ν εἰς γενεὰν καὶ γενεάν ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτω̃ν ἐπὶ τω̃ν γαιω̃ν αὐτω̃ν
13 καὶ ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς
14 αὕτη ἡ ὁδὸς αὐτω̃ν σκάνδαλον αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐν τω̨̃ στόματι αὐτω̃ν εὐδοκήσουσιν διάψαλμα
15 ὡς πρόβατα ἐν ἅ̨δη̨ ἔθεντο θάνατος ποιμαίνει αὐτούς καὶ κατακυριεύσουσιν αὐτω̃ν οἱ εὐθει̃ς τὸ πρωί καὶ ἡ βοήθεια αὐτω̃ν παλαιωθήσεται ἐν τω̨̃ ἅ̨δη̨ ἐκ τη̃ς δόξης αὐτω̃ν
16 πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ἅ̨δου ὅταν λαμβάνη̨ με διάψαλμα
17 μὴ φοβου̃ ὅταν πλουτήση̨ ἄνθρωπος καὶ ὅταν πληθυνθη̨̃ ἡ δόξα του̃ οἴκου αὐτου̃
18 ὅτι οὐκ ἐν τω̨̃ ἀποθνή̨σκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συγκαταβήσεται αὐτω̨̃ ἡ δόξα αὐτου̃
19 ὅτι ἡ ψυχὴ αὐτου̃ ἐν τη̨̃ ζωη̨̃ αὐτου̃ εὐλογηθήσεται ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνη̨ς αὐτω̨̃
20 εἰσελεύσεται ἕως γενεα̃ς πατέρων αὐτου̃ ἕως αἰω̃νος οὐκ ὄψεται φω̃ς
21 ἄνθρωπος ἐν τιμη̨̃ ὢν οὐ συνη̃κεν παρασυνεβλήθη τοι̃ς κτήνεσιν τοι̃ς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοι̃ς
Читать далее:ΨΑΛΜΟΙ, ψαλμὀς 49
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).