ΨΑΛΜΟΙ,
ψαλμὀς 49
1 ψαλμὸς τω̨̃ Ασαφ θεὸς θεω̃ν κύριος ἐλάλησεν καὶ ἐκάλεσεν τὴν γη̃ν ἀπὸ ἀνατολω̃ν ἡλίου καὶ μέχρι δυσμω̃ν |
2 ἐκ Σιων ἡ εὐπρέπεια τη̃ς ὡραιότητος αὐτου̃ ὁ θεὸς ἐμφανω̃ς ἥξει |
3 ὁ θεὸς ἡμω̃ν καὶ οὐ παρασιωπήσεται πυ̃ρ ἐναντίον αὐτου̃ καυθήσεται καὶ κύκλω̨ αὐτου̃ καταιγὶς σφόδρα |
4 προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γη̃ν διακρι̃ναι τὸν λαὸν αὐτου̃ |
5 συναγάγετε αὐτω̨̃ τοὺς ὁσίους αὐτου̃ τοὺς διατιθεμένους τὴν διαθήκην αὐτου̃ ἐπὶ θυσίαις |
6 καὶ ἀναγγελου̃σιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτου̃ ὅτι ὁ θεὸς κριτής ἐστιν διάψαλμα |
7 ἄκουσον λαός μου καὶ λαλήσω σοι Ισραηλ καὶ διαμαρτύρομαί σοι ὁ θεὸς ὁ θεός σού εἰμι ἐγώ |
8 οὐκ ἐπὶ ται̃ς θυσίαις σου ἐλέγξω σε τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστιν διὰ παντός |
9 οὐ δέξομαι ἐκ του̃ οἴκου σου μόσχους οὐδὲ ἐκ τω̃ν ποιμνίων σου χιμάρους |
10 ὅτι ἐμά ἐστιν πάντα τὰ θηρία του̃ δρυμου̃ κτήνη ἐν τοι̃ς ὄρεσιν καὶ βόες |
11 ἔγνωκα πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ὡραιότης ἀγρου̃ μετ' ἐμου̃ ἐστιν |
12 ἐὰν πεινάσω οὐ μή σοι εἴπω ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτη̃ς |
13 μὴ φάγομαι κρέα ταύρων ἢ αἱ̃μα τράγων πίομαι |
14 θυ̃σον τω̨̃ θεω̨̃ θυσίαν αἰνέσεως καὶ ἀπόδος τω̨̃ ὑψίστω̨ τὰς εὐχάς σου |
15 καὶ ἐπικάλεσαί με ἐν ἡμέρα̨ θλίψεως καὶ ἐξελου̃μαί σε καὶ δοξάσεις με διάψαλμα |
16 τω̨̃ δὲ ἁμαρτωλω̨̃ εἰ̃πεν ὁ θεός ἵνα τί σὺ διηγη̨̃ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου |
17 σὺ δὲ ἐμίσησας παιδείαν καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω |
18 εἰ ἐθεώρεις κλέπτην συνέτρεχες αὐτω̨̃ καὶ μετὰ μοιχω̃ν τὴν μερίδα σου ἐτίθεις |
19 τὸ στόμα σου ἐπλεόνασεν κακίαν καὶ ἡ γλω̃σσά σου περιέπλεκεν δολιότητα |
20 καθήμενος κατὰ του̃ ἀδελφου̃ σου κατελάλεις καὶ κατὰ του̃ υἱου̃ τη̃ς μητρός σου ἐτίθεις σκάνδαλον |
21 ταυ̃τα ἐποίησας καὶ ἐσίγησα ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου |
22 σύνετε δὴ ταυ̃τα οἱ ἐπιλανθανόμενοι του̃ θεου̃ μήποτε ἁρπάση̨ καὶ μὴ ἠ̨̃ ὁ ῥυόμενος |
23 θυσία αἰνέσεως δοξάσει με καὶ ἐκει̃ ὁδός ἡ̨̃ δείξω αὐτω̨̃ τὸ σωτήριον του̃ θεου̃ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.